← 修昔底德

伯罗奔尼撒战争史

§5.83.1-5.83.4

阿哥斯长墙被毁与马其顿被封锁

拉刻代蒙人摧毁了阿哥斯的长墙,雅典人则因马其顿的珀尔迪卡斯背叛同盟而对其进行了封锁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.83.1

τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Λακεδαιμόνιοι ὡς ᾔσθοντο τειχιζόντων,1 ἐστράτευσαν ἐς τὸ Ἄργος αὐτοί τε καὶ οἱ ξύμμαχοι πλὴν Κορινθίων· ὑπῆρχε δέ τι αὐτοῖς καὶ ἐκ τοῦ Ἄργους αὐτόθεν πρασσόμενον.2 ἦγε δὲ τὴν στρατιὰν Ἆγις ὁ Ἀρχιδάμου Λακεδαιμονίων βασιλεύς.

在次年冬天,拉刻代蒙人一听说他们正在修筑城墙,便与盟友(科林斯人除外)一同出兵阿哥斯;此外,在阿哥斯内部也有人为他们进行着某种内通阴谋。率领这支军队的是拉刻代蒙人的国王、阿耳喀达摩斯之子阿吉斯。

§5.83.2

καὶ τὰ μὲν ἐκ τῆς πόλεως δοκοῦντα προϋπάρχειν3 οὐ προυχώρησεν ἔτι· τὰ δὲ οἰκοδομούμενα τείχη ἑλόντες καὶ καταβαλόντες καὶ Ὑσιὰς χωρίον τῆς Ἀργείας λαβόντες καὶ τοὺς ἐλευθέρους ἅπαντας οὓς ἔλαβον ἀποκτείναντες ἀνεχώρησαν καὶ διελύθησαν κατὰ πόλεις.

然而,城内原本看似准备就绪的内应并未取得进一步进展;拉刻代蒙人攻占并拆毁了正在修筑的长墙,夺取了阿哥斯境内的许西亚伊,将所俘虏的自由人全部杀害,随后撤军并各自返回本城。

§5.83.3

ἐστράτευσαν δὲ μετὰ τοῦτο καὶ Ἀργεῖοι ἐς τὴν Φλειασίαν καὶ δῃώσαντες ἀπῆλθον, ὅτι σφῶν τοὺς φυγάδας ὑπεδέχοντο· οἱ γὰρ πολλοὶ αὐτῶν ἐνταῦθα κατῴκηντο.

此后,阿哥斯人也出兵弗利乌斯地区,在蹂躏该地后撤回,因为弗利乌斯人接纳了他们的流亡者;事实上,这些人中的大多数都居住在那里。

§5.83.4

κατέκλῃσαν δὲ τοῦ αὐτοῦ χειμῶνος καὶ Μακεδόνας Ἀθηναῖοι, Περδίκκᾳ ἐπικαλοῦντες τήν τε πρὸς Ἀργείους καὶ Λακεδαιμονίους γενομένην ξυνωμοσίαν, καὶ ὅτι παρασκευασαμένων αὐτῶν στρατιὰν ἄγειν ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης καὶ Ἀμφίπολιν Νικίου τοῦ Νικηράτου στρατηγοῦντος ἔψευστο τὴν ξυμμαχίαν καὶ ἡ στρατεία μάλιστα διελύθη ἐκείνου †ἀπάραντος4 †· πολέμιος οὖν ἦν. καὶ ὁ χειμὼν ἐτελεύτα οὗτος, καὶ πέμπτον καὶ δέκατον ἔτος τῷ πολέμῳ ἐτελεύτα.

在同一个冬天,雅典人还封锁了马其顿人,指责珀尔迪卡斯与阿哥斯人和拉刻代蒙人结成同盟,并且在雅典人准备由尼客拉托斯之子尼基阿斯统帅军队、远征色雷斯沿海的卡尔基迪亚人和安菲波利斯时,他背叛了同盟,使远征主要因他的撤离而告瓦解;因此他被视为敌人。这个冬天宣告结束,战争的第十五个年头也随之结束。

语法注4 条
  1. 5.83.1τειχιζόντων

    属格现在分词,作感官动词 ᾔσθοντο 的宾语补足语,从上下文来看其逻辑主语是阿哥斯人。

  2. 5.83.1πρασσόμενον

    中性单数现在分词,修饰 τι,意为“正在进行的某种阴谋/工作”。αὐτοῖς 是利益与格,释为“为了他们(拉刻代蒙人)”。

  3. 5.83.2τὰ μὲν ἐκ τῆς πόλεως δοκοῦντα προϋπάρχειν

    中性复数主格名词化短语,作单数动词 προυχώρησεν 的主语。指“城内原本看似预先准备就绪的事情”,即与拉刻代蒙人里应外合的内线工作。

  4. 5.83.4ἐκείνου ἀπάραντος

    带有表示文本不确定性的十字架符号(†)。为属格独立结构,通常理解为珀尔迪卡斯的“撤离”或“背叛”,这直接导致了雅典远征军的解散。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.83.1-5.83.4