- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.77.1-5.77.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
这是斯巴达与阿哥斯之间达成的和约草案,采用多利斯方言撰写,详细规定了归还人质、撤离埃皮达鲁斯、伯罗奔尼撒各城邦自治、共同防御以及同盟国地位等具体条款。
‘καττάδε δοκεῖ τᾷ ἐκκλησίᾳ τῶν Λακεδαιμονίων ξυμβαλέσθαι ποττὼς Ἀργείως, ἀποδιδόντας1 τὼς παῖδας τοῖς Ὀρχομενίοις καὶ τὼς ἄνδρας τοῖς Μαιναλίοις, καὶ τὼς ἄνδρας τὼς ἐν Μαντινείᾳ τοῖς Λακεδαιμονίοις ἀποδιδόντας, καὶ ἐξ Ἐπιδαύρω ἐκβῶντας καὶ τὸ τεῖχος ἀναιρίοντας.
“拉栖代梦人公民大会认为,适宜按以下条款与阿哥斯人达成协议:将孩子们归还给奥尔科美诺斯人,将成年男子归还给迈纳里亚人,并将曼提尼亚的成年男子归还给拉栖代梦人,且撤出埃皮达鲁斯并拆毁城墙。
αἰ δέ κα μὴ εἴκωντι τοὶ Ἀθηναῖοι ἐξ Ἐπιδαύρω, πολεμίως ἦμεν2 τοῖς Ἀργείοις καὶ τοῖς Λακεδαιμονίοις καὶ τοῖς τῶν Λακεδαιμονίων ξυμμάχοις καὶ τοῖς τῶν Ἀργείων ξυμμάχοις.
如果雅典人不撤出埃皮达鲁斯,他们将被视为阿哥斯人、拉栖代梦人、拉栖代梦人的同盟国以及阿哥斯人的同盟国的共同敌人。
καὶ αἴ τινα τοὶ Λακεδαιμόνιοι παῖδα ἔχοντι, ἀποδόμεν ταῖς πολίεσσι πάσαις.
如果拉栖代梦人扣留了任何孩子,应将其归还给所有相关的城邦。
περὶ δὲ τῶ σιῶ σύματος,3 αἰ μὲν λῆν,4 τοῖς Ἐπιδαυρίοις ὅρκον δόμεν, 〈αἰ〉 δέ, αὐτὼς ὀμόσαι.
关于献给神明的祭品,如果他们愿意,应让埃皮达鲁斯人宣誓;否则,他们自己应当宣誓。
τὰς δὲ πόλιας τὰς ἐν Πελοποννάσῳ, καὶ μικρὰς καὶ μεγάλας, αὐτονόμως ἦμεν πάσας καττὰ πάτρια.
伯罗奔尼撒半岛内的所有城邦,无论大小,均应按照祖制享有自治权。
αἰ δέ κα τῶν ἐκτὸς Πελοποννάσω τις ἐπὶ τὰν Πελοπόννασον γᾶν ἴῃ ἐπὶ κακῷ, ἀλεξέμεναι ἁμόθι βωλευσαμένως, ὅπᾳ κα δικαιότατα δοκῇ τοῖς Πελοποννασίοις.
如果有任何伯罗奔尼撒半岛以外的人怀着敌意侵入伯罗奔尼撒的土地,半岛居民应当在共同协商后,以他们认为最公正的方式共同予以击退。
ὅσσοι δ’ ἐκτὸς Πελοποννάσω τῶν Λακεδαιμονίων ξύμμαχοί ἐντι, ἐν τῷ αὐτῷ ἐσσίονται ἐν τῷπερ καὶ τοὶ Λακεδαιμόνιοι, καὶ τοὶ τῶν Ἀργείων ξύμμαχοι ἐν τ〈ῷ αὐτῷ ἐσσίονται ἐν τῷπερ καὶ τοὶ Ἀργεῖοι〉, τὰν αὐτῶν ἔχοντες.
所有在伯罗奔尼撒半岛以外的拉栖代梦人的同盟国,应享有与拉栖代梦人相同的地位;阿哥斯人的同盟国也应享有与阿哥斯人相同的地位,并保有各自的领土。
ἐπιδείξαντας δὲ τοῖς ξυμμάχοις ξυμβαλέσθαι, αἴ κα αὐτοῖς δοκῇ. αἰ δέ τι δοκῇ τοῖς ξυμμάχοις, οἴκαδ’ ἀπιάλλην.’5
在向同盟国出示此协定后,若他们同意,则达成协议;但若同盟国有任何异议,则遣返他们。”
- 5.77.1ἀποδιδόντας
多利斯方言中的 -ντας 尾缀在此起着不定式的作用,相当于雅典方言的现在时不定式 -ναι(即 ἀποδιδόναι),或者是一个具有命令语气的宾格复数分词。在此被解释为表示条约条款的不定式。
- 5.77.2πολεμίως ἦμεν
πολεμίως 是宾格复数 πολεμίους 的多利斯方言形式。ἦμεν 是等同于雅典方言不定式 εἶναι 的多利斯方言形式。该不定式作命令式使用,用以表达法律规定(“应成为……”)。
- 5.77.4τῶ σιῶ σύματος
展示了多利斯方言特有的语音变化,相当于雅典方言的 τοῦ θεοῦ θύματος(献给神明的祭品)。在多利斯方言中,θ(theta)经常变为 σ(sigma),因此 θεοῦ 变成 σιῶ,而 θύματος 变成 σύματος。
- 5.77.4αἰ μὲν λῆν
αἰ 是多利斯方言的条件连词,相当于雅典方言的 εἰ(如果)。λῆν(也写作 λῇν 或 λᾶν)是多利斯方言动词 λῶ(想要、愿意,相当于雅典方言的 βούλομαι 或 θέλω)的现在时不定式,构成了习惯表达“如果(他们)愿意”。
- 5.77.8ἀπιάλλην
多利斯方言的不定式。学者们对于它对应的是不及物动词 ἀπιέναι(离去、撤回)还是及物动词 ἀποπέμπειν(遣返、送回)持有不同意见。在此作为命令式不定式,它既可以指“将他们(同盟国)遣返回国”,也可以指“(同盟国)返回本国”,两者均符合条约的上下文语境。
