- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.76.1-5.76.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
在冬季开始时,拉栖代梦人向阿哥斯提出讲和;经过阿哥斯内部亲斯巴达寡头派的暗中活动和激烈辩论,阿哥斯最终接受了该提议。
τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος ἀρχομένου εὐθὺς1 οἱ Λακεδαιμόνιοι, ἐπειδὴ τὰ Κάρνεια ἤγαγον, ἐξεστράτευσαν, καὶ ἀφικόμενοι ἐς Τεγέαν λόγους προύπεμπον ἐς τὸ Ἄργος ξυμβατηρίους.
翌年冬季伊始,拉栖代梦人在庆祝完卡涅亚节后便立即出征。他们抵达特革亚后,向阿哥斯送去了讲和的提议。
ἦσαν δὲ αὐτοῖς2 πρότερόν τε ἄνδρες ἐπιτήδειοι καὶ βουλόμενοι τὸν δῆμον τὸν ἐν Ἄργει καταλῦσαι· καὶ ἐπειδὴ ἡ μάχη ἐγεγένητο, πολλῷ μᾶλλον ἐδύναντο πείθειν τοὺς πολλοὺς ἐς τὴν ὁμολογίαν. ἐβούλοντο δὲ πρῶτον σπονδὰς ποιήσαντες πρὸς τοὺς Λακεδαιμονίους αὖθις ὕστερον καὶ ξυμμαχίαν, καὶ οὕτως ἤδη τῷ δήμῳ ἐπιτίθεσθαι.
在此之前,他们在阿哥斯就有志同道合、并企图推翻该城民主政体的人;而战役发生之后,这些人更易于说服大众达成协议。他们的意图是首先与拉栖代梦人达成休战协定,此后再建立同盟,然后才着手攻击民主派。
καὶ ἀφικνεῖται πρόξενος ὢν Ἀργείων Λίχας ὁ Ἀρκεσιλάου παρὰ τῶν Λακεδαιμονίων δύο λόγω φέρων ἐς τὸ Ἄργος, τὸν μὲν καθ’ ὅτι εἰ βούλονται πολεμεῖν, τὸν δ’ ὡς εἰ εἰρήνην ἄγειν.3 καὶ γενομένης πολλῆς ἀντιλογίας (ἔτυχε γὰρ καὶ ὁ Ἀλκιβιάδης παρών) οἱ ἄνδρες οἱ τοῖς Λακεδαιμονίοις πράσσοντες, ἤδη καὶ ἐκ τοῦ φανεροῦ τολμῶντες, ἔπεισαν τοὺς Ἀργείους προσδέξασθαι τὸν ξυμβατήριον λόγον. ἔστι δὲ ὅδε.
随后,作为阿哥斯人普罗克塞诺斯的阿尔克西拉奥斯之子利卡斯,从拉栖代梦人那里带着两个提案来到阿哥斯:一份是关于如果他们想要战争该如何进行的提案,另一份则是关于如果他们想要维持和平该如何进行的提案。在经过激烈的辩论后(因为阿尔西比亚德斯也恰好在场),那些为拉栖代梦人暗中策划的人,此时已敢于公开活动,说服了阿哥斯人接受讲和的提议。具体条款如下:
- 5.76.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος ἀρχομένου εὐθὺς
属格独立结构(genitive absolute)。τοῦ ἐπιγιγνομένου χειμῶνος 为逻辑主语,ἀρχομένου 为现在分词(属格单数阳性),共同构成表示时间“在接下来的冬季刚开始的时候”的状语。
- 5.76.2ἦσαν δὲ αὐτοῖς
与格 αὐτοῖς 是领有与格(dative of possessor),根据上下文指代拉栖代梦人,意为“对于他们(拉栖代梦人)而言,(在阿哥斯)存在着一些内应/支持者”。
- 5.76.3τὸν μὲν καθ’ ὅτι εἰ βούλονται πολεμεῖν, τὸν δ’ ὡς εἰ εἰρήνην ἄγειν
对前文 δύο λόγω(两个提案)通过 τὸν μὲν... τὸν δ'... 的并列结构进行具体说明。在后半句 τὸν δ’ ὡς εἰ εἰρήνην ἄγειν 中,对照前半句的 εἰ βούλονται,省略了动词 βούλονται,应理解为 ὡς εἰ [βούλονται] εἰρήνην ἄγειν(即“关于如果[他们愿意]维持和平时的提案”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
