- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.67.1-5.67.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
描写了拉栖代梦军及其盟军,与由阿耳戈斯、曼提内亚和雅典等组成的联军,在战前双方的具体战斗部署(阵形)。
τότε δὲ κέρας μὲν εὐώνυμον1 Σκιρῖται αὐτοῖς καθίσταντο, αἰεὶ ταύτην τὴν τάξιν μόνοι Λακεδαιμονίων ἐπὶ σφῶν αὐτῶν ἔχοντες·2 παρὰ δ’ αὐτοὺς οἱ ἀπὸ Θρᾴκης Βρασίδειοι στρατιῶται καὶ νεοδαμώδεις μετ’ αὐτῶν· ἔπειτ’ ἤδη Λακεδαιμόνιοι αὐτοὶ ἑξῆς καθίστασαν τοὺς λόχους, καὶ παρ’ αὐτοὺς Ἀρκάδων Ἡραιῆς, μετὰ δὲ τούτους Μαινάλιοι, καὶ ἐπὶ τῷ δεξιῷ κέρᾳ Τεγεᾶται καὶ Λακεδαιμονίων ὀλίγοι τὸ ἔσχατον ἔχοντες, καὶ οἱ ἱππῆς αὐτῶν ἐφ’ ἑκατέρῳ τῷ κέρᾳ.
当时,斯基里泰人部署在他们的左翼,他们是拉栖代梦人中唯一始终独自占有这一位置的部队。紧挨着他们的是从色雷斯归来的伯拉西达斯麾下的士兵,以及与他们在一起的新公民兵。此后,拉栖代梦人自己依次部署了各个连队;紧挨着他们的是阿卡迪亚的赫赖亚人,在他们之后是迈纳利亚人;在右翼则是特格亚人,以及占领最边缘位置的少数拉栖代梦人;而他们的骑兵则部署在左右两翼。
Λακεδαιμόνιοι μὲν οὕτως ἐτάξαντο· οἱ δ’ ἐναντίοι αὐτοῖς δεξιὸν μὲν κέρας Μαντινῆς εἶχον, ὅτι ἐν τῇ ἐκείνων3 τὸ ἔργον ἐγίγνετο, παρὰ δ’ αὐτοὺς οἱ ξύμμαχοι Ἀρκάδων ἦσαν, ἔπειτα Ἀργείων οἱ χίλιοι λογάδες, οἷς ἡ πόλις ἐκ πολλοῦ ἄσκησιν τῶν ἐς τὸν πόλεμον δημοσίᾳ παρεῖχε, καὶ ἐχόμενοι αὐτῶν4 οἱ ἄλλοι Ἀργεῖοι, καὶ μετ’ αὐτοὺς οἱ ξύμμαχοι αὐτῶν, Κλεωναῖοι καὶ Ὀρνεᾶται, ἔπειτα Ἀθηναῖοι ἔσχατοι τὸ εὐώνυμον κέρας ἔχοντες, καὶ ἱππῆς μετ’ αὐτῶν οἱ οἰκεῖοι.
拉栖代梦人便是如此排兵布阵的。而他们的对手中,曼提内亚人占领了右翼,因为战事发生在他们的领土上;紧挨着他们的是阿卡迪亚的盟军,随后是阿耳戈斯人的一千精锐部队,国家长期以来一直以公费为他们提供军事训练;紧挨着他们的是其他阿耳戈斯人,在他们之后是其盟友克莱奥奈人和奥尔内亚人;最后则是雅典人,他们占领了最左翼,并有他们自己的骑兵与他们在一起。
- 5.67.1κέρας μὲν εὐώνυμον
表示方向或位置的宾格,在此处起副词性作用,意为“在左翼”。或者也可以解释为动词 καθίσταντο(“就位”)的主格补语,意为“作为左翼”。
- 5.67.1μόνοι Λακεδαιμονίων ἐπὶ σφῶν αὐτῶν ἔχοντες
属格 Λακεδαιμονίων 是限定于 μόνοι 的部分属格。介词短语 ἐπὶ σφῶν αὐτῶν 意为“靠他们自己、独立地”。整个分词短语作为 Σκιρῖται 的同位语说明。
- 5.67.2ἐν τῇ ἐκείνων
阴性定冠词 τῇ 后面省略了名词 γῇ(土地、领土),意为“在他们(曼提内亚人)的领土上”。
- 5.67.2ἐχόμενοι αὐτῶν
动词 ἔχω 的中动相分词 ἐχόμενοι 支配属格 αὐτῶν,表示“紧挨着……”或“紧接着……”。
