- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.66.1-5.66.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
次日,拉栖代梦人惊觉阿耳戈斯军队已在平原上排好阵势,并在国王阿吉斯的指挥下迅速整队。文中详细阐述了斯巴达军队层级严密且高效的命令传达体系。
τῇ δ’ ὑστεραίᾳ οἵ τε Ἀργεῖοι καὶ οἱ ξύμμαχοι ξυνετάξαντο, ὡς ἔμελλον μαχεῖσθαι, ἢν περιτύχωσιν· οἵ τε Λακεδαιμόνιοι ἀπὸ τοῦ ὕδατος πρὸς τὸ Ἡράκλειον πάλιν ἐς τὸ αὐτὸ στρατόπεδον ἰόντες ὁρῶσι δι’ ὀλίγου τοὺς ἐναντίους ἐν τάξει τε ἤδη πάντας καὶ ἀπὸ τοῦ λόφου προεληλυθότας.
次日,阿耳戈斯人及其盟友摆好阵势,准备在遭遇敌军时进行战斗。而拉栖代梦人在从水源地回到赫拉克勒斯神庙附近的同一营地途中,突然看到不远处的敌军已经全部排好阵势,并从丘陵上走了下来。
μάλιστα δὴ Λακεδαιμόνιοι ἐς ὃ ἐμέμνηντο1 ἐν τούτῳ τῷ καιρῷ ἐξεπλάγησαν. διὰ βραχείας γὰρ μελλήσεως2 ἡ παρασκευὴ αὐτοῖς ἐγίγνετο, καὶ εὐθὺς ὑπὸ σπουδῆς καθίσταντο ἐς κόσμον τὸν ἑαυτῶν, Ἄγιδος τοῦ βασιλέως ἕκαστα ἐξηγουμένου κατὰ τὸν νόμον.
正是在这一时刻,拉栖代梦人感到了在他们记忆中所未曾有过的极大惊恐。因为他们几乎没有准备的时间,只得在国王阿吉斯依法指示各项事务的同时,立即仓促地投入到各自的战斗序列之中。
βασιλέως γὰρ ἄγοντος3 ὑπ’ ἐκείνου πάντα ἄρχεται, καὶ τοῖς μὲν πολεμάρχοις αὐτὸς φράζει τὸ δέον, οἱ δὲ τοῖς λοχαγοῖς, ἐκεῖνοι δὲ τοῖς πεντηκοντῆρσιν, αὖθις δ’ οὗτοι τοῖς ἐνωμοτάρχοις καὶ οὗτοι τῇ ἐνωμοτίᾳ.
因为当国王统领军队时,一切命令皆由他发起:国王亲自向军事长官(波勒马科斯)传达旨意,他们再传达给连长(洛哈戈斯),后者传达给五十人队长(彭特康特),再由他们传达给排长(埃诺莫塔克),最后由排长传达给各自的排(埃诺莫蒂亚)。
καὶ αἱ παραγγέλσεις, ἤν τι βούλωνται, κατὰ τὰ αὐτὰ χωροῦσι καὶ ταχεῖαι ἐπέρχονται· σχεδὸν γάρ τι πᾶν πλὴν ὀλίγου τὸ στρατόπεδον τῶν Λακεδαιμονίων ἄρχοντες ἀρχόντων4 εἰσί, καὶ τὸ ἐπιμελὲς τοῦ δρωμένου5 πολλοῖς προσήκει.
并且,如果有任何命令要传达,也会按照相同的途径迅速下达。因为除了少数人之外,拉栖代梦人的整支军队几乎全是由“指挥官的指挥官”组成,对所执行之事务的监督责任落在了许多人的身上。
- 5.66.2ἐς ὃ ἐμέμνηντο
介词 ἐς 与关系代词 ὅ(中性单数)的组合,意为“在他们的记忆所及范围内”,表示时间或经验的限制性范围。
- 5.66.2διὰ βραχείας... μελλήσεως
名词 μέλλησις 通常意为“延迟”或“犹豫”,但在此处指“(行动前的)缓冲时间”。介词 διά 伴随属格表示时间的流逝,意为“经过短暂的延迟”或“在几乎没有准备时间的情况下”。
- 5.66.3βασιλέως γὰρ ἄγοντος
夹有连词 γάρ 的属格绝对结构。分词 ἄγοντος 作不及物使用(或省略了“军队”等宾语的及物使用),其逻辑主语为 βασιλέως,表示时间或条件状语:“因为当国王率领(军队)时”。
- 5.66.4ἄρχοντες ἀρχόντων
使用同族属格的强调表达(“支配者的支配者”),描绘了斯巴达军队高度重叠的阶层结构,即从最基层的战术单位(埃诺莫蒂亚)的排长(埃诺莫塔克)开始,指挥系统的几乎每个成员都处于指挥部下的地位。
- 5.66.4τὸ ἐπιμελὲς τοῦ δρωμένου
由中性形容词 τὸ ἐπιμελές(监督、注意)和中性现在时被动分词属格 τοῦ δρωμένου(所做之事)组成,构成了一个名词短语,意为“对所执行之事务的监督”。
