- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.86.1-3.86.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
雅典向西西里派遣了由拉刻斯等将军指挥的二十艘船只,名义上是援助与叙拉古开战的同族莱翁蒂尼人,实际上是为了阻止谷物运往伯罗奔尼撒,并试探控制西西里的可能性。
τοῦ δ’ αὐτοῦ θέρους τελευτῶντος Ἀθηναῖοι εἴκοσι ναῦς ἔστειλαν ἐς Σικελίαν καὶ Λάχητα τὸν Μελανώπου στρατηγὸν αὐτῶν καὶ Χαροιάδην τὸν Εὐφιλήτου.
在同年的夏天结束时,雅典人向西西里派遣了二十艘船只,并派美拉诺普斯之子拉刻斯和欧菲雷托斯之子卡罗亚德担任他们的将军。
οἱ γὰρ Συρακόσιοι καὶ Λεοντῖνοι ἐς πόλεμον ἀλλήλοις καθέστασαν. ξύμμαχοι δὲ τοῖς μὲν Συρακοσίοις ἦσαν πλὴν Καμαριναίων αἱ ἄλλαι Δωρίδες πόλεις, αἵπερ καὶ πρὸς τὴν τῶν Λακεδαιμονίων τὸ πρῶτον ἀρχομένου τοῦ πολέμου ξυμμαχίαν ἐτάχθησαν,1 οὐ μέντοι ξυνεπολέμησάν γε, τοῖς δὲ Λεοντίνοις αἱ Χαλκιδικαὶ πόλεις καὶ Καμάρινα· τῆς δὲ Ἰταλίας Λοκροὶ μὲν Συρακοσίων ἦσαν, Ῥηγῖνοι δὲ κατὰ τὸ ξυγγενὲς Λεοντίνων.
因为叙拉古人和莱翁蒂尼人相互爆发了战争。叙拉古人的盟友是除卡马里纳人之外的其他所有多利安人城邦,这些城邦在战争开始之初就被归入拉刻代蒙人的同盟中,不过他们并没有共同参战;而莱翁蒂尼人的盟友则是卡尔基斯人的城邦和卡马里纳。在意大利,洛克里人站在叙拉古人一边,而雷吉翁人则因同族关系站在莱翁蒂尼人一边。
ἐς οὖν τὰς Ἀθήνας πέμψαντες οἱ τῶν Λεοντίνων ξύμμαχοι κατά τε παλαιὰν ξυμμαχίαν καὶ ὅτι Ἴωνες ἦσαν πείθουσι τοὺς Ἀθηναίους πέμψαι σφίσι ναῦς· ὑπὸ γὰρ τῶν Συρακοσίων τῆς τε γῆς εἴργοντο καὶ τῆς θαλάσσης.
因此,莱翁蒂尼人的盟友向雅典派遣使者,凭着古老的同盟关系以及他们是爱奥尼亚人这一点,说服雅典人向他们派遣船只;因为他们被叙拉古人从陆路和海路上都封锁了。
καὶ ἔπεμψαν οἱ Ἀθηναῖοι τῆς μὲν οἰκειότητος προφάσει, βουλόμενοι δὲ2 μήτε σῖτον ἐς τὴν Πελοπόννησον ἄγεσθαι αὐτόθεν πρόπειράν τε ποιούμενοι εἰ σφίσι δυνατὰ εἴη τὰ ἐν τῇ Σικελίᾳ πράγματα ὑποχείρια γενέσθαι.3
雅典人派遣了船只,表面上是以同族关系为借口,但实际上是因为他们不希望谷物从那里运往伯罗奔尼撒,并且他们企图进行初步尝试,看看是否有可能将西西里的局势置于自己的控制之下。
καταστάντες οὖν ἐς Ῥήγιον τῆς Ἰταλίας τὸν πόλεμον ἐποιοῦντο μετὰ τῶν ξυμμάχων. καὶ τὸ θέρος ἐτελεύτα.
于是,他们在意大利的雷吉翁建立了基地,与盟友一起进行战争。夏天结束了。
- 3.86.2πρὸς τὴν τῶν Λακεδαιμονίων ... ξυμμαχίαν ἐτάχθησαν
“被归入拉刻代蒙人的同盟中”。这里的 ξυμμαχία 不仅指抽象的“同盟关系”,也具体指“同盟阵营”或其“名册、编制”。与动词 τάσσω(安置、归类)连用,意味着在战争爆发时,这些城邦在官方层面上被划归或登记在斯巴达一方的同盟势力范围之内。
- 3.86.4τῆς μὲν οἰκειότητος προφάσει, βουλόμενοι δὲ ...
“表面上是以同族关系为借口,但[实际上]是因为他们希望……”。通过 μὲν... δὲ... 的对比结构,前者的 προφάσει(借口、表面理由)与后者分词 βουλόμενοι 和 πρόπειράν τε ποιούμενοι 所表达的“真实意图、真正动机”形成了鲜明的对比。
- 3.86.4εἰ σφίσι δυνατὰ εἴη τὰ ἐν τῇ Σικελίᾳ πράγματα ὑποχείρια γενέσθαι
“看看是否有可能将西西里的局势置于自己的控制之下”。形容词 δυνατά 是中性复数形式,作为非人称表达(“……是可能的”)与不定词 γενέσθαι 连用。由于主句动词 ἔπεμψαν 是过去时(不定过去时),因此在由 εἰ 引导的间接疑问句中,使用了斜格希求法(optative of oblique clause / εἴη)而非直说法的时态。
