- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.85.1-3.85.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
雅典舰队离开科西拉后,流亡的科西拉人从大陆返回岛上,在伊斯托内山建立基地并袭击城内居民,导致严重的饥荒。
οἱ μὲν οὖν κατὰ τὴν πόλιν Κερκυραῖοι1 τοιαύταις ὀργαῖς ταῖς πρώταις ἐς ἀλλήλους ἐχρήσαντο, καὶ ὁ Εὐρυμέδων καὶ οἱ Ἀθηναῖοι ἀπέπλευσαν ταῖς ναυσίν·
于是,城内的科西拉人对彼此发泄了最初的这般狂怒,而欧里梅东和雅典人也率领船只起航离去。
ὕστερον δὲ οἱ φεύγοντες τῶν Κερκυραίων (διεσώθησαν γὰρ αὐτῶν ἐς πεντακοσίους) τείχη τε λαβόντες, ἃ ἦν ἐν τῇ ἠπείρῳ, ἐκράτουν τῆς πέραν οἰκείας γῆς καὶ ἐξ αὐτῆς ὁρμώμενοι ἐλῄζοντο τοὺς ἐν τῇ νήσῳ καὶ πολλὰ ἔβλαπτον, καὶ λιμὸς ἰσχυρὸς ἐγένετο ἐν τῇ πόλει.
后来,流亡的科西拉人(因为他们中大约有五百人幸存了下来)占领了大陆上的堡垒,控制了对岸属于他们自己的土地,并以此为基地,劫掠岛上的人,造成了极大的危害,城内因而发生了严重的饥荒。
ἐπρεσβεύοντο δὲ καὶ ἐς τὴν Λακεδαίμονα καὶ Κόρινθον περὶ καθόδου· καὶ ὡς οὐδὲν αὐτοῖς ἐπράσσετο,2 ὕστερον χρόνῳ πλοῖα καὶ ἐπικούρους παρασκευασάμενοι διέβησαν ἐς τὴν νῆσον ἑξακόσιοι μάλιστα οἱ πάντες, καὶ τὰ πλοῖα ἐμπρήσαντες, ὅπως ἀπόγνοια ᾖ τοῦ ἄλλο τι ἢ κρατεῖν τῆς γῆς, ἀναβάντες ἐς τὸ ὄρος τὴν Ἰστώνην, τεῖχος ἐνοικοδομησάμενοι ἔφθειρον τοὺς ἐν τῇ πόλει καὶ τῆς γῆς ἐκράτουν. καὶ τὰ πλοῖα ἐμπρήσαντες, ὅπως ἀπόγνοια ᾖ τοῦ ἄλλο τι ἢ κρατεῖν τῆς γῆς,3 ἀναβάντες ἐς τὸ ὄρος τὴν Ἰστώνην, τεῖχος ἐνοικοδομησάμενοι ἔφθειρον τοὺς ἐν τῇ πόλει καὶ τῆς γῆς ἐκράτουν.
他们还向拉刻代蒙和科林斯派遣使者,请求协助他们返回家园。由于没有取得任何进展,过了一段时间后,他们筹备了船只和辅助军,渡海来到岛上,总共约有六百人,并且,为了断绝除了控制这片土地之外别无他路的退路,他们烧毁了自己的船只,登上伊斯托内山,在此修筑堡垒,不断袭扰城内的人,并控制了该地区。
- 3.85.1οἱ μὲν οὖν κατὰ τὴν πόλιν Κερκυραῖοι
介词短语“κατὰ τὴν πόλιν”(城内的)置于冠词和名词之间,起限制性形容词短语的作用。这强调了与下一节(§3.85.2)中出现的城外流亡者(οἱ φεύγοντες)的对比。
- 3.85.3ὡς οὐδὲν αὐτοῖς ἐπράσσετο
连词“ὡς”表示原因(因为)。与格的“αὐτοῖς”表示行为的主体或利益相关者(对他们而言),“ἐπράσσετο”(被动语态未完成过去时)意为“事情被进展、达成”。整句意为“由于对他们而言没有取得任何进展”。
- 3.85.4ὅπως ἀπόγνοια ᾖ τοῦ ἄλλο τι ἢ κρατεῖν τῆς γῆς
在目的从句“ὅπως ᾖ”(为了使……)中,包含修饰名词“ἀπόγνοια”(放弃、绝望)的属格不定式短语“τοῦ ... κρατεῖν”。“ἄλλο τι ἢ κρατεῖν”意为“(做)除了控制这片土地之外的任何其他事情”,其中“ἢ”表示比较(除了……之外)。这表达了“放弃除控制土地外的一切其他出路”的决死决心。
