← 修昔底德

伯罗奔尼撒战争史

§3.74.1-3.74.3

平民派的胜利与溃退少数派的纵火

战斗再次爆发,平民在妇女的协助下取得胜利。战败的少数派为阻止平民追击而在广场周边纵火,险些毁灭整座城市。夜幕降临后,科林斯船只和雇佣兵撤退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.74.1

διαλιπούσης δ’ ἡμέρας μάχη αὖθις γίγνεται καὶ νικᾷ ὁ δῆμος χωρίων τε ἰσχύι καὶ πλήθει προύχων· αἵ τε γυναῖκες αὐτοῖς τολμηρῶς ξυνεπελάβοντο βάλλουσαι ἀπὸ τῶν οἰκιῶν τῷ κεράμῳ καὶ παρὰ φύσιν1 ὑπομένουσαι τὸν θόρυβον.

隔了一天,战斗再次爆发,平民凭借地势的优势和人数的众多取得了胜利。妇女们也勇敢地协助他们,从房顶上投掷瓦片,并以超乎女性常态的坚韧忍受着喧嚣。

§3.74.2

γενομένης δὲ τῆς τροπῆς περὶ δείλην ὀψίαν, δείσαντες οἱ ὀλίγοι μὴ αὐτοβοεὶ ὁ δῆμος τοῦ τε νεωρίου κρατήσειεν ἐπελθὼν καὶ σφᾶς διαφθείρειεν,2 ἐμπιπρᾶσι τὰς οἰκίας τὰς ἐν κύκλῳ τῆς ἀγορᾶς καὶ τὰς ξυνοικίας, ὅπως μὴ ᾖ ἔφοδος, φειδόμενοι οὔτε οἰκείας οὔτε ἀλλοτρίας, ὥστε καὶ χρήματα πολλὰ ἐμπόρων κατεκαύθη καὶ ἡ πόλις ἐκινδύνευσε πᾶσα διαφθαρῆναι, εἰ ἄνεμος ἐπεγένετο3 τῇ φλογὶ ἐπίφορος ἐς αὐτήν.

溃败发生在傍晚时分,少数派担心平民会乘胜追击,一举占领船坞并消灭他们,于是放火烧毁了广场周围的房屋和公寓,以阻断平民的进攻通路,期间不论是自己的还是别人的房屋都毫不怜惜。结果,商人的大量财产被烧毁,如果当时有风将烈火吹向城市,整座城市就有被彻底毁灭的危险。

§3.74.3

καὶ οἱ μὲν παυσάμενοι τῆς μάχης ὡς ἑκάτεροι ἡσυχάσαντες τὴν νύκτα ἐν φυλακῇ ἦσαν· καὶ ἡ Κορινθία ναῦς τοῦ δήμου κεκρατηκότος ὑπεξανήγετο, καὶ τῶν ἐπικούρων οἱ πολλοὶ ἐς τὴν ἤπειρον λαθόντες4 διεκομίσθησαν.

双方于是停止了战斗,各自按兵不动,在夜间保持警戒。由于平民已经获胜,科林斯的船只秘密出航,大部分雇佣兵也悄悄渡海回到了大陆。

语法注4 条
  1. 3.74.1παρὰ φύσιν

    意为“反乎(女性的)天性”。表示在危急关头,平时避开战斗和喧嚣的妇女们也勇敢地参与了战斗。

  2. 3.74.2δείσαντες ... μὴ ... κρατήσειεν ... καὶ ... διαφθείρειεν

    由表示担忧的分词 δείσαντες 引导的惧怕从句(μὴ + 祈愿式)。主句动词 ἐμπιπρᾶσι 是历史现在时,因此从句视同过去时态,使用祈愿式(κρατήσειεν, διαφθείρειεν)。

  3. 3.74.2ἐκινδύνευσε ... εἰ ἄνεμος ἐπεγένετο

    这是一个与过去事实相反的虚拟条件句,但主句动词 ἐκινδύνευσε(“有危险”)没有伴随助词 ἄν。表示可能性、义务或危险的动词在虚拟主句中通常不带 ἄν 而直接使用直说语气过去时,以强调事态的紧迫性。

  4. 3.74.3λαθόντες

    动词 λανθάνω 的不定过去时分词,与主要动词 διεκομίσθησαν(“被运送过去”)连用,表示副词性意义“悄悄地(不被察觉地)做某事”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.74.1-3.74.3