- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.75.1-3.75.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
雅典将军尼科斯特拉托斯试图调解和局,但双方的互不信任导致反对派在神庙寻求庇护,平民随后解除其武装并将其转移到附近岛屿。
τῇ δὲ ἐπιγιγνομένῃ ἡμέρᾳ Νικόστρατος ὁ Διειτρέφους Ἀθηναίων στρατηγὸς παραγίγνεται βοηθῶν ἐκ Ναυπάκτου δώδεκα ναυσὶ καὶ Μεσσηνίων πεντακοσίοις ὁπλίταις· ξύμβασίν τε ἔπρασσε καὶ πείθει ὥστε ξυγχωρῆσαι ἀλλήλοις δέκα μὲν ἄνδρας τοὺς αἰτιωτάτους κρῖναι, οἳ οὐκέτι ἔμειναν, τοὺς δ’ ἄλλους οἰκεῖν1 σπονδὰς πρὸς ἀλλήλους ποιησαμένους καὶ πρὸς Ἀθηναίους, ὥστε τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους νομίζειν.
第二天,迪伊特雷费斯之子、雅典将军尼科斯特拉托斯率领十二艘战船和五百名麦塞尼亚重装步兵从瑙帕克托斯赶来增援。他着手调解,并说服他们达成协议:双方同意对十个罪魁祸首进行审判(这些人当时已不在这里),而其他人则在彼此之间以及同雅典人之间缔结和约后安居乐业,视同一批人为共同的敌友。
καὶ ὁ μὲν ταῦτα πράξας ἔμελλεν ἀποπλεύσεσθαι· οἱ δὲ τοῦ δήμου προστάται πείθουσιν αὐτὸν πέντε μὲν ναῦς τῶν αὐτοῦ σφίσι καταλιπεῖν, ὅπως ἧσσόν τι ἐν κινήσει ὦσιν οἱ ἐναντίοι, ἴσας δὲ αὐτοὶ πληρώσαντες ἐκ σφῶν αὐτῶν ξυμπέμψειν.
他办妥这些事后,正准备起航;但平民的首领们说服他,让他们留下他手下的五艘战船,以使反对派不至于轻易起事,而他们自己则会从本国人中装备同等数量的战船送去与他同行。
καὶ ὁ μὲν ξυνεχώρησεν, οἱ δὲ τοὺς ἐχθροὺς κατέλεγον ἐς τὰς ναῦς. δείσαντες δὲ ἐκεῖνοι μὴ ἐς τὰς Ἀθήνας ἀποπεμφθῶσι καθίζουσιν ἐς τὸ τῶν Διοσκόρων ἱερόν.
尼科斯特拉托斯同意了,平民便开始登记他们的政敌去服役于这些船只。但后者担心自己会被送往雅典,于是在双子神庙中静坐寻求庇护。
Νικόστρατος δὲ αὐτοὺς ἀνίστη τε καὶ παρεμυθεῖτο. ὡς δ’ οὐκ ἔπειθεν, ὁ δῆμος ὁπλισθεὶς ἐπὶ τῇ προφάσει ταύτῃ, ὡς οὐδὲν αὐτῶν ὑγιὲς διανοουμένων τῇ τοῦ μὴ ξυμπλεῖν ἀπιστίᾳ,2 τά τε ὅπλα αὐτῶν ἐκ τῶν οἰκιῶν ἔλαβε καὶ αὐτῶν τινὰς οἷς ἐπέτυχον, εἰ μὴ Νικόστρατος ἐκώλυσε, διέφθειραν ἄν.3
尼科斯特拉托斯试图劝他们起来,并安慰他们。但他未能说服他们,平民便以此为借口——即认为他们拒绝登船表明他们心怀不轨——武装起来,从他们的房屋里夺走了武器;如果不是尼科斯特拉托斯阻止,他们甚至会把碰巧遇到的某些人杀害。
ὁρῶντες δὲ οἱ ἄλλοι τὰ γιγνόμενα καθίζουσιν ἐς τὸ Ἥραιον ἱκέται καὶ γίγνονται οὐκ ἐλάσσους τετρακοσίων. ὁ δὲ δῆμος δείσας μή τι νεωτερίσωσιν ἀνίστησί τε αὐτοὺς πείσας καὶ διακομίζει ἐς τὴν πρὸ τοῦ Ἡραίου νῆσον, καὶ τὰ ἐπιτήδεια ἐκεῖσε αὐτοῖς διεπέμπετο.
其余的人看到发生的一切,也作为求庇护者在赫拉神庙静坐,人数不下于四百人。平民因害怕他们发动暴乱,说服他们起来,并将他们转移到赫拉神庙对面的岛上,还在那里给他们派送了生活必需品。
- 3.75.1ὥστε ξυγχωρῆσαι ἀλλήλοις δέκα μὲν ἄνδρας τοὺς αἰτιωτάτους κρῖναι, ..., τοὺς δ’ ἄλλους οἰκεῖν
这是由 πείθει(说服)所引导、表示结果的 ὥστε 从句。在这一从句中,两个不定式 κρῖναι(审判)和 οἰκεῖν(生活)并列,作为 ξυγχωρῆσαι(互相达成协议)的具体内容。后者的主语是宾格的 τοὺς δ’ ἄλλους。
- 3.75.4ὡς οὐδὲν αὐτῶν ὑγιὲς διανοουμένων τῇ τοῦ μὴ ξυμπλεῖν ἀπιστίᾳ
αὐτῶν ... διανοουμένων 是属格独立结构,带有 ὡς 以表示平民所主观认定的原因(“认为他们不怀好意”)。τῇ ... ἀπιστίᾳ 是表示手段或原因的与格(“由于不同行的不信任/抗命”),其中属格带冠词不定式 τοῦ μὴ ξυμπλεῖν(不同行)修饰名词 ἀπιστίᾳ。
- 3.75.4καὶ αὐτῶν τινὰς οἷς ἐπέτυχον, εἰ μὴ Νικόστρατος ἐκώλυσε, διέφθειραν ἄν
这是一个与过去事实相反的虚拟条件句。条件从句为 εἰ μὴ ... ἐκώλυσε(直陈式过去时),主句为 διέφθειραν ἄν(直陈式过去时带 ἄν)。关系从句 οἷς ἐπέτυχον(他们碰巧遇到的任何人)中的关系代词,因受到动词 ἐπιτυγχάνω 所支配的与格影响而表现为与格,其整体充当 διέφθειραν 的宾语。
