- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.31.1-2.31.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-22
叙述在伯里克利指挥下,雅典集结了公民和在留外邦人的全部兵力入侵梅加里斯,以及这支空前规模军队的兵力组成。
περὶ δὲ τὸ φθινόπωρον τοῦ θέρους τούτου Ἀθηναῖοι πανδημεί, αὐτοὶ καὶ οἱ μέτοικοι, ἐσέβαλον ἐς τὴν Μεγαρίδα Περικλέους τοῦ Ξανθίππου στρατηγοῦντος. καὶ οἱ περὶ Πελοπόννησον Ἀθηναῖοι ἐν ταῖς ἑκατὸν ναυσίν (ἔτυχον γὰρ ἤδη ἐν Αἰγίνῃ ὄντες1 ἐπ’ οἴκου ἀνακομιζόμενοι) ὡς ᾔσθοντο τοὺς ἐκ τῆς πόλεως πανστρατιᾷ ἐν Μεγάροις ὄντας, ἔπλευσαν παρ’ αὐτοὺς καὶ ξυνεμείχθησαν.
在今年夏天的秋季左右,雅典人,包括公民和在留外邦人,在克桑提普斯之子伯里克利担任将军指挥下,全体出动入侵了梅加里斯。另外,乘着一百艘船、在伯罗奔尼撒周围的雅典人(因为他们此时已在返回途中的埃吉纳岛),当得知城里的军队已全军在梅加拉时,便航行前去与他们会合并合兵一处。
στρατόπεδόν τε μέγιστον δὴ τοῦτο ἁθρόον Ἀθηναίων ἐγένετο, ἀκμαζούσης ἔτι τῆς πόλεως καὶ οὔπω νενοσηκυίας·2 μυρίων γὰρ ὁπλιτῶν οὐκ ἐλάσσους ἦσαν αὐτοὶ Ἀθηναῖοι (χωρὶς δὲ αὐτοῖς οἱ ἐν Ποτειδαίᾳ τρισχίλιοι ἦσαν),3 μέτοικοι δὲ ξυνεσέβαλον οὐκ ἐλάσσους τρισχιλίων ὁπλιτῶν, χωρὶς δὲ ὁ ἄλλος ὅμιλος ψιλῶν οὐκ ὀλίγος. δῃώσαντες δὲ τὰ πολλὰ τῆς γῆς ἀνεχώρησαν.
这是雅典人聚集起来的最大规模的军队,因为当时城邦仍处于鼎盛时期,尚未遭受瘟疫的侵袭;雅典人自己就有不少于一万名重装步兵(此外,在波提狄亚还有他们的三千人),共同入侵的在留外邦人不少于三千名重装步兵,此外还有人数不少的其他轻装步兵大群。他们在蹂躏了大部分土地后撤回了。
ἐγένοντο δὲ καὶ ἄλλαι ὕστερον ἐν τῷ πολέμῳ κατὰ ἔτος ἕκαστον ἐσβολαὶ Ἀθηναίων ἐς τὴν Μεγαρίδα καὶ ἱππέων καὶ πανστρατιᾷ, μέχρι οὗ Νίσαια ἑάλω ὑπ’ Ἀθηναίων.
在此后的战争中,雅典人每年都对梅加里斯进行其他入侵,包括骑兵和全军出动,直到尼萨亚被雅典人攻占为止。
- 2.31.1ἔτυχον ... ὄντες
动词 τυγχάνω 搭配现在分词(此处为 ὄντες)构成表示“碰巧”、“正当”的句型。此处用以说明雅典舰队在回程中“正好已经停留在埃吉纳岛”的客观状况。
- 2.31.2ἀκμαζούσης ἔτι τῆς πόλεως καὶ οὔπω νενοσηκυίας
由名词属格 τῆς πόλεως 与分词 ἀκμαζούσης 及 νενοσηκυίας(现在完成分词)构成的属格独立分词结构,在此处表示原因(“因为城邦还……”)。其中 οὔπω νενοσηκυίας(尚未染病)预示了此后不久即袭击雅典的著名瘟疫。
- 2.31.2χωρὶς δὲ αὐτοῖς οἱ ἐν Ποτειδαίᾳ τρισχίλιοι ἦσαν
代词与格 αὐτοῖς 在此充当领有与格(“他们拥有”)或关系与格(“对他们而言”),指代雅典人。全句意为“对他们而言,此外还有三千人在波提狄亚”,指明了除了在本国集结的军队外,另有一支远征军存在。
