← 修昔底德

伯罗奔尼撒战争史

§2.23.1-2.23.3

伯罗奔尼撒军撤退与雅典舰队出击

在雅典人拒绝出战的情况下,伯罗奔尼撒人蹂躏了阿提卡的其他地区,并经由波奥蒂亚撤退;与此同时,雅典人派遣了一支舰队环绕伯罗奔尼撒航行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23.1

οἱ δὲ Πελοποννήσιοι, ἐπειδὴ οὐκ ἐπεξῇσαν αὐτοῖς οἱ Ἀθηναῖοι ἐς μάχην, ἄραντες1 ἐκ τῶν Ἀχαρνῶν ἐδῄουν τῶν δήμων τινὰς ἄλλους τῶν μεταξὺ Πάρνηθος καὶ Βριλησσοῦ ὄρους.

伯罗奔尼撒人见雅典人不出战迎击,便从阿哈尔奈拔营,蹂躏了位于帕尔内斯山与布里列索斯山之间的其他几个德谟。

§2.23.2

ὄντων δὲ αὐτῶν ἐν τῇ γῇ οἱ Ἀθηναῖοι ἀπέστειλαν τὰς ἑκατὸν ναῦς περὶ Πελοπόννησον ἅσπερ παρεσκευάζοντο καὶ χιλίους ὁπλίτας ἐπ’ αὐτῶν καὶ τοξότας τετρακοσίους· ἐστρατήγει δὲ Καρκίνος τε ὁ Ξενοτίμου καὶ Πρωτέας ὁ Ἐπικλέους καὶ Σωκράτης ὁ Ἀντιγένους.

当他们还在该地时,雅典人派遣了他们一直在准备的、环绕伯罗奔尼撒航行的一百艘船只,船上搭载了一千名重装步兵和四百名弓兵;指挥官是克塞诺提穆斯之子卡尔基努斯、埃皮克莱斯之子普罗特阿斯以及安提格涅斯之子苏格拉底。

§2.23.3

καὶ οἱ μὲν ἄραντες τῇ παρασκευῇ ταύτῃ περιέπλεον, οἱ δὲ Πελοποννήσιοι χρόνον ἐμμείναντες ἐν τῇ Ἀττικῇ ὅσου εἶχον τὰ ἐπιτήδεια2 ἀνεχώρησαν διὰ Βοιωτῶν, οὐχ ᾗπερ ἐσέβαλον· παριόντες δὲ Ὠρωπὸν τὴν γῆν τὴν Γραϊκὴν καλουμένην, ἣν νέμονται Ὠρώπιοι Ἀθηναίων ὑπήκοοι, ἐδῄωσαν.3 ἀφικόμενοι δὲ ἐς Πελοπόννησον διελύθησαν κατὰ πόλεις ἕκαστοι.

于是,前者带着这些装备启航并巡航;而伯罗奔尼撒人在阿提卡停留到粮食耗尽为止后,便经由波奥蒂亚撤退,走的不是他们入侵时的路线。在经过奥罗普斯时,他们蹂躏了被称为格赖凯的土地,该地由雅典的臣属奥罗普斯人所居住。他们回到伯罗奔尼撒后,便各自散回本城邦。

语法注3 条
  1. 2.23.1ἄραντες

    动词 αἴρω(或 ἀείρω)的不及物用法,意为“出发”、“拔营”或“开拔”。此处的 ἄραντες ἐκ τῶν Ἀχαρνῶν 意为“从阿哈尔奈拔营/出发”。

  2. 2.23.3χρόνον ... ὅσου εἶχον τὰ ἐπιτήδεια

    关系代词的同化与先行词省略,补全为 χρόνον [τοσοῦτον] ὅσου [χρόνου],意为“在他们拥有粮食的这段时间内”。

  3. 2.23.3παριόντες δὲ Ὠρωπὸν τὴν γῆν τὴν Γραϊκὴν καλουμένην ... ἐδῄωσαν

    Ὠρωπόν 是分词 παριόντες(经过)的直接宾语,而 τὴν γῆν τὴν Γραϊκὴν καλουμένην 则是主动词 ἐδῄωσαν(蹂躏/破坏)的直接宾语。意为“在经过奥罗普斯时,他们蹂躏了被称为格赖凯的土地”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.23.1-2.23.3