- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.22.1-2.22.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-22
伯里克利通过避免召开大会来维持城邦内部的平静,同时派遣骑兵保护郊区,并在弗里吉伊发生了一场小规模骑兵战。文中还详细介绍了前来援助雅典的色萨利盟军及其指挥官。
Περικλῆς δὲ ὁρῶν μὲν αὐτοὺς πρὸς τὸ παρὸν χαλεπαίνοντας καὶ οὐ τὰ ἄριστα φρονοῦντας, πιστεύων δὲ ὀρθῶς γιγνώσκειν περὶ τοῦ μὴ ἐπεξιέναι, ἐκκλησίαν τε οὐκ ἐποίει αὐτῶν οὐδὲ ξύλλογον οὐδένα, τοῦ μὴ ὀργῇ τι μᾶλλον ἢ γνώμῃ ξυνελθόντας ἐξαμαρτεῖν,1 τήν τε πόλιν ἐφύλασσε καὶ δι’ ἡσυχίας μάλιστα ὅσον ἐδύνατο εἶχεν.
伯里克利看到他们对眼前的局势感到愤怒,没有做出最明智的决定,但他确信自己在不出击这一问题上的判断是正确的,因此他既不召开公民大会,也不举行任何集会,以免他们聚集在一起,因愤怒而非理性而犯下错误;他保卫着城邦,并尽可能使其保持平静。
ἱππέας μέντοι ἐξέπεμπεν αἰεὶ τοῦ μὴ προδρόμους ἀπὸ τῆς στρατιᾶς ἐσπίπτοντας ἐς τοὺς ἀγροὺς τοὺς ἐγγὺς τῆς πόλεως κακουργεῖν·2 καὶ ἱππομαχία τις ἐγένετο βραχεῖα ἐν Φρυγίοις τῶν τε Ἀθηναίων τέλει ἑνὶ τῶν ἱππέων καὶ Θεσσαλοῖς μετ’ αὐτῶν πρὸς τοὺς Βοιωτῶν ἱππέας, ἐν ᾗ οὐκ ἔλασσον ἔσχον οἱ Ἀθηναῖοι καὶ Θεσσαλοί, μέχρι οὗ προσβοηθησάντων τοῖς Βοιωτοῖς τῶν ὁπλιτῶν τροπὴ ἐγένετο αὐτῶν καὶ ἀπέθανον τῶν Θεσσαλῶν καὶ Ἀθηναίων οὐ πολλοί· ἀνείλοντο μέντοι αὐτοὺς αὐθημερὸν ἀσπόνδους.3
不过,他不断派遣骑兵,以免敌军的先遣队突袭靠近城市的田野并进行破坏。在弗里吉伊发生了一场短暂的骑兵战,由雅典人的一支骑兵队以及与他们在一起的色萨利人,对抗波奥蒂亚人的骑兵;在这场战斗中,雅典人和色萨利人并没占下风,直到重装步兵前来援助波奥蒂亚人,他们才被击退,色萨利人和雅典人战死的人并不多。然而,他们当天在没有达成休战协定的情况下收回了尸体。
καὶ οἱ Πελοποννήσιοι τροπαῖον τῇ ὑστεραίᾳ ἔστησαν. ἡ δὲ βοήθεια αὕτη τῶν Θεσσαλῶν κατὰ τὸ παλαιὸν ξυμμαχικὸν ἐγένετο τοῖς Ἀθηναίοις, καὶ ἀφίκοντο παρ’ αὐτοὺς Λαρισαῖοι, Φαρσάλιοι, [Παράσιοι], Κραννώνιοι, Πυράσιοι, Γυρτώνιοι, Φεραῖοι. ἡγοῦντο δὲ αὐτῶν ἐκ μὲν Λαρίσης Πολυμήδης καὶ Ἀριστόνους, ἀπὸ τῆς στάσεως ἑκάτερος,4 ἐκ δὲ Φαρσάλου Μένων· ἦσαν δὲ καὶ τῶν ἄλλων κατὰ πόλεις ἄρχοντες.
伯罗奔尼撒人在第二天树立了战利品纪念碑。色萨利人的这次援助是根据他们古老的同盟关系提供给雅典人的,来到他们那里的有拉里萨人、法萨洛斯人、[帕拉西人]、克兰农人、皮拉索斯人、吉尔顿人和费赖人。他们的领袖中,来自拉里萨的是波吕墨得斯和阿里斯托努斯,各代表其党派,来自法萨洛斯的是美浓;其他各城市的队伍也各有其指挥官。
- 2.22.1τοῦ μὴ ... ἐξαμαρτεῖν
表示目的的属格不定式(“为了不让……犯错”)。不定式的逻辑主语是紧接其前的宾格分词 ξυνελθόντας(聚集起来的他们)。
- 2.22.2τοῦ μὴ ... κακουργεῖν
另一个表示目的的属格不定式。不定式 κακουργεῖν 的逻辑主语是宾格名词短语 προδρόμους ... ἐσπίπτοντας(突袭入侵的先遣队)。
- 2.22.2ἀσπόνδους
形容词 ἀσπονδος(不缔结休战协定的)作谓语性修饰,表示“在没有达成休战协定的情况下(收回遗体)”。通常战败者需要派遣使者请求正式休战(spondai)来收尸,此处表明他们未通过该程序便收回了死者。
- 2.22.3ἀπὸ τῆς στάσεως ἑκάτερος
意为“各自代表其党派”。这解释了由于拉里萨内部的政治派系斗争(stasis),两派各选出了一位领袖(分别是聚米德斯和阿里斯托努斯)来共同指挥军队。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
