← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§4.674-4.747

喀耳刻的净化与逐客令

伊阿宋与美狄亚目睹跟从喀耳刻的怪异生灵,进入宫殿在壁炉旁默默祈求,接受涤除杀人血污的净化之仪。美狄亚叙述了航程却隐瞒了杀害阿普叙尔托斯一事,喀耳刻看破真相,念在同族之谊不加伤害,但严令他们立即离去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
674

συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα

它们的四肢杂乱交错,成群结队地走着,

675

ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι.

正如羊群从羊圈中大批涌出,跟随着牧羊人。

τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησεχθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν,

大地本身昔日也曾从原始的泥沼中孕育出这类身负混合肢体的生灵,

οὔπω διψαλέῳ μάλʼ ὑπʼ ἠέρι πιληθεῖσα,

那时大地尚未在干渴的空气下紧密压实,

οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο

亦未曾被烤焦的阳光吸去如此多的水分;

680

ἰκμάδας αἰνυμένη· τὰ δʼ ἐπὶ στίχας ἤγαγεν αἰὼν

然而岁月将它们分别开来,归入规整的行列;

συγκρίνας·1 τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο.

它们便是这样形态诡异难辨地紧紧跟随着她。

ἥρωας δʼ ἕλε θάμβος ἀπείριτον· αἶψα δʼ ἕκαστος

英雄们被无尽的惊叹所震慑;

Κίρκης εἴς τε φυήν, εἴς τʼ ὄμματα παπταίνοντες

他们每个人一注视喀耳刻的形貌与目光,

ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.

便立刻断定她定是埃厄忒斯的姊妹。

685

ἡ δʼ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων,

当她驱散了夜间梦境带来的恐惧后,

αὐτίκʼ ἔπειτʼ ἄψορρον ἀπέστιχε· τοὺς δʼ ἅμʼ ἕπεσθαι,

立刻转身走回;她挥手示意,

χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν.

暗藏心机地命他们跟随。

ἔνθʼ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο

于是,众人遵照埃宋之子的吩咐留在原地;

μίμνεν ἀπηλεγέως· ὁ δʼ ἐρύσσατο Κολχίδα κούρην.

他则牵引着科尔喀斯的少女,

690

ἄμφω δʼ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστʼ ἀφίκοντο

两人循着同一条道路前行,

Κίρκης ἐς μέγαρον· τοὺς δʼ ἐν λιπαροῖσι κέλευεν

直至抵达喀耳刻的宫殿。喀耳刻虽对来访者感到困惑,

ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων.

仍吩咐他们坐在光洁的座椅上。

τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφʼ ἑστίῃ ἀίξαντε

然而他们二人一语不发,

ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται,2

疾步奔向壁炉旁坐下,

695

ἡ μὲν ἐπʼ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα,

正如可怜的祈求者通常所行的规矩:她将前额埋于双手之中,

αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας,

他则将斩杀埃厄忒斯之子的带柄巨剑插在地上;

ᾧπέρ τʼ Αἰήταο πάιν κτάνεν· οὐδέ ποτʼ ὄσσε

两人的眼帘低垂,

ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δʼ ἔγνω

始终未曾平视上方。

Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο.

喀耳刻立刻察觉出他们逃亡的苦难与流血杀戮的罪愆。

700

τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο,

因此,

ὃς μέγα μὲν κοτέει, μέγα δʼ ἀνδροφόνοισιν ἀρήγει,ῥέζε θυηπολίην, οἵῃ τʼ ἀπολυμαίνονται

出于对掌管祈求者的宙斯法度的敬畏——这位神祇虽对杀人者震怒,

νηλειεῖς ἱκέται, ὅτʼ ἐφέστιοι ἀντιόωσιν.

却也给予他们莫大的庇护——她主持了残酷的祈求者走近壁炉时赖以洗净罪孽的祭仪。

πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο

首先,为了洗刷那无法挽回的杀戮之罪,

705

τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶπλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας

她将一头乳房尚因分娩之腹而肿胀的母猪的幼崽悬在他们上方,

τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις

割开咽喉,用鲜血浸湿他们的双手;

μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα

随后又用其他祭浆予以抚慰,呼求洗涤罪孽的宙斯,

Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων.

那是染血之祈求的保护者。

710

καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματʼ ἔνεικαν

随从的众水仙女为她安排好一切,

νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα.

并将所有的污秽杂物尽数搬出室外。

ἡ δʼ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν

她自己则留在炉边,

καῖεν ἐπʼ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο

伴随着无酒的祈祷焚烧祭饼与抚慰之物,

σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς

以止息复仇女神们可怕的愤怒,

715

εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν,

并祈愿神明亲自对二人展现仁慈与宽厚,

εἴτʼ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας,

无论他们是染上了异乡人的鲜血,

εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν.3

还是作为手染同族血脉的亲属前来祈求。

αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δή τότʼ ἔπειτα

当她备至辛劳地完成了一切之后,

εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν,

便扶起他们,让他们坐在光洁打磨的座椅上,

720

καὶ δʼ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ

自己也坐在近旁的对面。

χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν.

她立刻用言辞详细询问他们的来意与航程,

ἠδʼ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματʼ ἰόντες

以及他们究竟从何处来到她的土地与宫殿,

αὔτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρων

并这般作为祈求者落座于炉边。

μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν·

因为凄惨的梦境记忆确实潜入了她沉思的心灵;

725

ἵετο δʼ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν,

而当她注意到那少女将目光自地面抬起时,

αὐτίχʼ ὅπως ἐνόησεν ἀπʼ οὔδεος ὄσσε βαλοῦσαν.

她便急切地想要听闻少女那带有亲族特征的口音。

πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι

因为赫利俄斯的所有后裔都显而易见,

ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν

他们的双眸自远处便闪烁着光芒,

οἷόν τε χρυσέην ἀντώπιον ἵεσαν αἴγλην.4

仿佛向正前方射出金色的光辉。

730

ἡ δʼ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατέλεξεν,

于是,

Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο

性情严厉的埃厄忒斯之女用科尔喀斯的语言温和地向盘问她的喀耳刻一一叙述:

κούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθους

讲述英雄们的远征与航途,

ἡρώων, ὅσα τʼ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις,

他们在疾速的竞赛中历经的劳苦,

ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς,

她如何因忧心忡忡的姐姐的计议而犯下过错,

735

ὥς τʼ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸςσὺν παισὶν Φρίξοιο· φόνον δʼ ἀλέεινεν ἐνισπεῖν

以及她如何与佛里克索斯的儿子们一同逃离了父亲凶暴的威胁;

Ἀψύρτου. τὴν δʼ οὔτι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπης

但她唯独避开了阿普叙尔托斯之死。然而这一切丝毫未曾瞒过喀耳刻的心智;

μυρομένην ἐλέαιρεν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν·

尽管如此,她依然怜悯这位流泪哭泣的少女,并对她说了这样的话:

‘σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον.

“可怜的人啊,你确实谋划了一场灾难而屈辱的归途!

740

ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο

我想你不会长久逃脱埃厄忒斯沉重的愤怒;

ἐκφυγέειν· τάχα δʼ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης

不久他甚至会前往希腊大地的家园,

τισόμενος φόνον υἷος, ὅτʼ ἄσχετα ἔργʼ ἐτέλεσσας.

去为你所犯下的不可容忍的罪行报仇,索取弑子之血。

ἀλλʼ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο,

但既然你是我的祈求者并与我同宗,

ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδʼ ἰούσῃ·

对于来到此地的你,我便不再施加任何伤害;

745

ἔρχεο δʼ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα,

然而你要跟随这位你不顾父亲之命、

ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν·

擅自带走的无名异乡人离开我的宫殿;

μηδέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγε

切莫在炉边抱住我的膝头祈求,因为我绝不——”

语法注4 条
  1. 4.680τὰ δʼ ἐπὶ στίχας ἤγαγεν αἰὼν συγκρίνας

    中性复数 τὰ 指代前文由混合肢体构成的生物(μικτοῖσιν ἀρηρεμένους μελέεσσιν)。主语为 αἰὼν(岁月、时间),与分词 συγκρίνας(区别、分类)连用,支配谓语 ἐπὶ στίχας ἤγαγεν(导向整齐的序列/物种)。这一结构体现了古希腊自然哲学中原始混沌的混合生物随时间逐渐分化为有序物种的思想。

  2. 4.694ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται

    关系节 ἥ... τέτυκται 以指代前述动作(疾奔至炉边落座)为先行概念,δίκη 在此意为“习俗”、“规矩”,与与格 λυγροῖς ἱκέτῃσι(“对可怜的祈求者而言”)搭配。这是对古希腊炉边寻求庇护之宗教仪轨的说明性补充。

  3. 4.716εἴτʼ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας, εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν

    双重选择条件从句(εἴτε ... εἴτε ...)。前一分句采用分词结构 μεμιασμένοι 并带有关系宾格 χεῖρας(“双手染上了异乡人的鲜血”);后一分句则由表语形容词 προσκηδέες(“作为同族亲属”)与限定动词 ἀντιόωσιν(“带着同族血案前来祈求”)构成,结构稍显不对称。这明确了被杀者是“外邦人”还是“亲属”这一决定仪式性质的区别。

  4. 4.728ἀποτηλόθι μαρμαρυγῇσιν οἷόν τε χρυσέην ἀντώπιον ἵεσαν αἴγλην

    ἀποτηλόθι(“从远处”)为副词,修饰谓语动词 ἵεσαν。μαρμαρυγῇσιν(“以闪耀的光芒”)为方式与格。οἷόν τε 用作副词,意为“宛如”,修饰直接宾语 χρυσέην αἴγλην(“金色的光辉”)。ἀντώπιον 是用作副词的中性宾格,意为“正面地”、“正对目光地”。整个句子生动地描绘了赫利俄斯后裔特有的夺目光彩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.674-4.747