← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§4.601-4.673

航经罗达诺斯河与抵达喀耳刻之岛

阿尔戈英雄们驶经法厄同坠落之地,进入罗达诺斯河,在赫拉的高呼警示下避开了误入大洋的绝境,随后穿行至第勒尼安海,抵达埃埃亚岛,见到了正因噩梦而净化自身的喀耳刻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
601

οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσαςοἰωνὸς δύναται βαλέειν ὕπερ·1 ἀλλὰ μεσηγὺς

没有任何鸟儿能够展开轻盈的双翼飞越那片水面,

φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι

而是在飞翔途中坠入火焰之中。在四周,

Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν,

赫利俄斯的女儿们被禁锢在修长的白杨树中,

605

μύρονται κινυρὸν μέλεαι γόον· ἐκ δὲ φαεινὰς

凄惨地发出悲切的哀号;

ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε,

她们从眼睑向大地倾泻下琥珀的光辉水滴。

αἱ μέν τʼ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται·

这些泪珠在沙滩上经太阳晒干;

εὖτʼ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνηςἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο,δὴ τότʼ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα

但每当鸣响的狂风激起黑色湖水冲刷岸滩时,

κυμαίνοντι ῥόῳ. Κελτοὶ δʼ ἐπὶ βάξιν ἔθεντο,

它们便尽数翻滚着随翻腾的水流涌入厄里达诺斯河。然而凯尔特人却相传,

ὡς ἄρʼ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο

这些在旋涡中流淌的乃是勒托之子阿波罗的眼泪;

ἐμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν,

当年他因父亲的训斥而离开光辉的诸天,

ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν,

前往超博雷亚人的神圣部族,

615

οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς,

因神圣的科罗尼斯在肥沃的拉刻瑞亚、

χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ

阿密罗斯河口为他所生的儿子悲愤不已,

δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο.

流下了无尽的泪水。

καὶ τὰ μὲν ὧς κείνοισι μετʼ ἀνδράσι κεκλήισται.

在那些人当中,事情正是这样传述的。

τοὺς δʼ οὔτε βρώμης ᾕρει πόθος, οὐδὲ ποτοῖο,

然而英雄们既无进食之欲,也无饮水之念,

620

οὔτʼ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλʼ ἄρα τοίγεἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες

心智亦未转向欢乐。白天,

ὀδμῇ λευγαλέῃ, τήν ῥʼ ἄσχετον ἐξανίεσκον

他们因厄里达诺斯河水自冒烟的法厄同所散发出的难以忍受的凄惨恶臭而备受折磨、

τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο·

困顿沉重;黑夜里,

νύκτας δʼ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον

他们又清晰地听见赫利俄斯女儿们哀泣时的尖锐悲鸣;

625

Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν

她们哭泣时的眼泪,

οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.

宛如油滴般在水面上漂荡流淌。

ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν,

他们从那里驶入了罗达诺斯河的深水流中,

ὅς τʼ εἰς Ἠριδανὸν μετανίσσεται· ἄμμιγα δʼ ὕδωρ

这条河汇入厄里达诺斯河;在交汇处,

ἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίης

混杂的水流翻腾咆哮。

630

ἐκ μυχάτης, ἵνα τʼ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός,

而这条河发源自大地的极深幽处,即黑夜的门户与居所所在之处,

ἔνθεν ἀπορνύμενος τῇ μέν τʼ ἐπερεύγεται ἀκτὰς

它从那里奔涌而出,

Ὠκεανοῦ, τῇ δʼ αὖτε μετʼ Ἰονίην ἅλα βάλλει,τῇ δʼ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον

一侧漫流到大洋的海岸,另一侧又注入伊奥尼亚海,

ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δʼ ἄρα τοῖο

还有一侧通过七个河口将水流倾泻入萨丁尼亚海及其辽阔的海湾。

635

λίμνας εἰσέλασαν δυσχείμονας, αἵ τʼ ἀνὰ Κελτῶν

他们从这里将船驶入了狂风肆虐的湖泊,

ἤπειρον πέπτανται ἀθέσφατον· ἔνθα κεν οἵγε

这些湖泊辽阔无际地展布在凯尔特人的大陆上;在那里,

ἄτῃ ἀεικελίῃ πέλασαν.2 φέρε γάρ τις ἀπορρὼξ

他们险些遭遇可悲的灭顶之灾。因为有一条支流引向大洋的海湾,

κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον

他们此前一无所知,眼看就要冲入其中,

εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν.

而一旦进入,他们便绝无可能平安折返。

640

ἀλλʼ Ἥρη σκοπέλοιο καθʼ Ἑρκυνίου ἰάχησεν

然而赫拉从天而降,在赫耳库尼亚的岩壁上发出高呼;

οὐρανόθεν προθοροῦσα· φόβῳ δʼ ἐτίναχθεν ἀυτῆς

众人在她的呼喊声中无不战栗恐惧,

πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ.

因为辽阔的苍穹发出了可怖的轰鸣。

ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥʼ ἐνόησαν

因着女神之故,他们折返回来,

τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν.

看清了通往归途的道路。

645

δηναιοὶ δʼ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο

在赫拉的指引下,他们历经长久岁月,

Ἥρης ἐννεσίῃσι, διʼ ἔθνεα μυρία Κελτῶν

安然无恙地穿过了无数凯尔特人和利古里亚人的部族,

καὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν

抵达了咸涩的海滨;因为在他们前行的所有日子里,

ἠέρα χεῦε θεὰ πάντʼ ἤματα νισσομένοισιν.

女神都在四周笼罩着浓重的大雾。

μεσσότατον δʼ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες

随后,他们驾船穿过最中央的河口,

650

Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων

因宙斯双子之故平安登上了斯托伊卡得斯群岛;正因如此,

Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται3

人们在那里为他们牢固地设立了祭坛与神圣仪式;

ἔμπεδον· οὐδʼ οἶον κείνης ἐπίκουροι ἕποντο

他们不仅在这次航行中相随相助,

ναυτιλίης· Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας.

宙斯更将后世之人的船只也赐予他们〔护佑〕。

Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν

他们再次离开斯托伊卡得斯群岛,驶向艾塔利亚岛;

655

νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες

在那里,疲惫的他们用卵石擦去了淋漓的汗水;

ἱδρῶ ἅλις· χροιῇ δὲ κατʼ αἰγιαλοῖο κέχυνται

海滩上散落着色如人体肤色的卵石;

εἴκελαι· ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων·

那里还留有他们的铁饼和神奇的铠甲,

ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται.

并有一处被命名为阿尔戈港的海港。

καρπαλίμως δʼ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο

他们从那里迅速穿过汹涌的海浪,

660

Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες·

眺望着奥索尼亚的第勒尼安海岸;

ἷξον δʼ Αἰαίης λιμένα κλυτόν· ἐκ δʼ ἄρα νηὸς

他们抵达了埃埃亚岛著名的港湾,

πείσματʼ ἐπʼ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην

从船上将缆绳系在近旁的岸滩上。在那里,

εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν·

他们发现喀耳刻正在用海水清润头颅;

τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο.

因为她在夜间的梦境中受到了极大的惊吓。

665

αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιομύρεσθαι δόκεον· φλὸξ δʼ ἀθρόα φάρμακʼ ἔδαπτεν,

她的卧房以及宅邸的所有庭院似乎都浸泡在鲜血之中;

οἷσι πάρος ξείνους θέλγʼ ἀνέρας, ὅστις ἵκοιτο·

烈火吞噬了她昔日用来魅惑到访外邦男子的全部药草;

τὴν δʼ αὐτὴ φονίῳ σβέσεν αἵματι4 πορφύρουσαν,

她亲自用双手汲取猩红的鲜血,扑灭了紫红色的火焰,

χερσὶν ἀφυσσαμένη· λῆξεν δʼ ὀλοοῖο φόβοιο.

这才从致命的恐惧中解脱出来。

670

τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης

因此,当黎明来临时,

ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν.

她醒来便在海水的润泽中清洗秀发与衣袍。

θῆρες δʼ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν,

而有不像食生肉的野兽、

οὐδὲ μὲν οὐδʼ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δʼ ἀπʼ ἄλλων

也不具有人类躯体的怪兽,它们杂糅着各不相同的肢体——

语法注4 条
  1. 4.601οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας οἰωνὸς δύναται βαλέειν ὕπερ

    此处包含明显的词头割裂(tmesis)现象,即 βαλέειν ὕπερ 相当于复合动词 ὑπερβαλεῖν(飞越、穿过)。介词 διά 既可作副词修饰分词短语 πτερὰ κοῦφα τανύσσας(“充分展开轻盈的双翼”),亦可表示空间上的横越,与动词连用表示“飞越过那片水面”。

  2. 4.636ἔνθα κεν οἵγε ἄτῃ ἀεικελίῃ πέλασαν

    语气小词 κεν(相当于 ἄν)与直陈式不定过去时 πέλασαν 连用,构成与过去事实相反的虚拟句(past contrary-to-fact):“在那里他们本会遭遇可悲的毁灭”(幸得赫拉及时干预而得以避免)。

  3. 4.651ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται

    中性单数宾格关系代词 ὃ 在此作副词性用法,意为“因此”、“正因如此”(相当于 διὸ δή),承接前文宙斯双子带来的救助。与格 τοῖσι 指代前面提到的宙斯之子(狄奥斯库洛伊兄弟)。

  4. 4.667οἷσι πάρος ξείνους θέλγʼ ἀνέρας, ὅστις ἵκοιτο· τὴν δʼ αὐτὴ φονίῳ σβέσεν αἵματι

    从属从句 ὅστις ἵκοιτο采用了表示过去反复发生或普遍情况的祈愿式(“凡是到来的外邦男子”)。接下来的代词 τὴν 指代前文的阴性名词 φλόξ(“火焰”),意为“她亲自用猩红的鲜血将那火焰扑灭”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.601-4.673