- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.748-4.818
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
喀耳刻驱逐美狄亚与伊阿宋离开宫殿后,赫拉派遣伊里斯命令赫淮斯托斯熄火、埃俄罗斯提供顺风,并召来忒提斯。忒提斯受召抵达后,赫拉提及往昔的恩义与阿喀琉斯未来的命运之婚,请求她协助阿尔戈英雄度过斯库拉与卡律布狄斯的险境。
αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν.’
‘因为我绝不赞许你的计谋,也不认可你这可耻的逃遁。’
ὧς φάτο· τὴν δʼ ἀμέγαρτον ἄχος λάβεν· ἀμφὶ δὲ πέπλον
她这般说道;那少女便被难以忍受的悲痛所笼罩。她用斗篷遮住双眼,
ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως
放声痛哭,直到那英雄握住她的手,
χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε
将吓得发抖的她领出殿门;
δείματι παλλομένην· λεῖπον δʼ ἀπὸ δώματα Κίρκης.
他们就这样离开了喀耳刻的宫殿。
οὐδʼ ἄλοχον Κρονίδαο Διὸς λάθον· ἀλλά οἱ Ἶρις
他们亦未能逃过克罗诺斯之子宙斯的妻子的目光;
πέφραδεν, εὖτʼ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας.
当伊里斯察觉他们离开宫殿时,便立刻向赫拉禀报。
αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα
因为正是赫拉亲自吩咐她,
στείχοιεν· τὸ καὶ αὖτις ἐποτρύνουσʼ ἀγόρευεν·
一旦他们走向船只便要留心监视;因此,赫拉再次催促她并吩咐道:
‘Ἶρι φίλη, νῦν, εἴ ποτʼ ἐμὰς ἐτέλεσσας ἐφετμάς,
‘亲爱的伊里斯,
εἰ δʼ ἄγε1 λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν,
倘若你曾遵从过我的吩咐,现在就展动疾速的双翼前去,
δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν.
命忒提斯自大海中升起,到我这里来;
κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα
因为我现在正需要她。然后,
ἐλθεῖν εἰς ἀκτάς,2 ὅθι τʼ ἄκμονες Ἡφαίστοιοχάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν·
你要前往赫淮斯托斯的青铜铁砧在沉重铁锤下敲击的海岸;
εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργὼ
告诉他熄灭喷吐烈火的风箱,
τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν,
直到阿耳戈船平安驶过那些地方。随后你还要前往埃俄罗斯那里,
Αἴολον, ὅς τʼ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει·
即统领晴朗高空中所生群风的埃俄罗斯;
καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας
同样将我的意旨告诉他,
πάντας ἀπολλήξειεν ὑπʼ ἠέρι, μηδέ τις αὔρη
让他止息天空下的一切疾风,勿让任何微风吹皱海面;
τρηχύνοι πέλαγος· Ζεφύρου γε μὲν οὖρος ἀήτω,
但西风的顺风仍须吹拂,
ὄφρʼ οἵγʼ Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται.’
直到他们抵达阿尔喀诺俄斯的费阿刻斯人之岛。’
ὧς ἔφατʼ· αὐτίκα δʼ Ἶρις ἀπʼ Οὐλύμποιο θοροῦσα
赫拉这般吩咐;伊里斯随即从奥林匹斯跃下,
τέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δʼ ἐνὶ πόντῳ
展开轻盈的双翼劈空疾驰。
Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν.
她潜入爱琴海中涅柔斯的宫殿所在之处。
πρώτην δʼ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθον
她首先来到忒提斯身旁,依照赫拉的指令传达了言辞,
Ἥρης ἐννεσίῃς, ὦρσέν τέ μιν εἰς ἓ νέεσθαι.
催促她前往赫拉处。
δεύτερα δʼ εἰς Ἥφαιστον ἐβήσατο· παῦσε δὲ τόνγε
随后她前往赫淮斯托斯那里,
ῥίμφα σιδηρείων τυπίδων· ἔσχοντο δʼ ἀυτμῆς
迅速制止了他的铁锤;
αἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανεν
充满烟尘的烈火风箱也停止了喷息。
Αἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ
第三处她来到了希波忒斯显赫的儿子埃俄罗斯那里。
ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο,
就在她向埃俄罗斯传达使命并让疾速的双膝从旅途中歇息之时,
τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσα
忒提斯告别了大海中的涅柔斯与姊妹们,
ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην·
自海中升上奥林匹斯,来到女神赫拉面前。
ἡ δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε, φαῖνέ τε μῦθον·
赫拉让她坐在自己近旁,向她吐露心声:
‘κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομʼ ἐνισπεῖν.
‘听着,尊贵的忒提斯,听我说出我急切想对你倾诉的话。
οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως
你自当知晓,
Αἰσονίδης, οἱ δʼ ἄλλοι ἀοσσητῆρες ἀέθλου,
英雄埃宋之子以及参加这场考验的其他帮手在我心中有多么受尊崇,
οἵως τέ σφʼ ἐσάωσα διὰ πλαγκτὰς περόωντας
以及当他们穿过往日有可怕风暴咆哮、
πέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι,
海浪在险峻礁石周围翻腾的漂浮岩礁时,
κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν.νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν
我是如何搭救了他们。
δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δὴ
而今经过斯库拉的巨大峭壁与可怕地喷涌的卡律布狄斯的航道正等待着〔他们〕。但自你幼年起,
ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδʼ ἀγάπησα
我便亲自抚养你,
ἔξοχον ἀλλάων, αἵ τʼ εἰν ἁλὶ ναιετάουσιν,οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο
深爱着你胜过海中居住的所有其他生灵,
λέξασθαι.3 κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν,
因为你未曾忍心顺从急色的宙斯去同床共枕。盖因他总留心于此类勾当,
ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν.
不论是与不死女神还是凡间女子同寝。
ἀλλʼ ἐμὲ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα,
然而出于对我的敬重以及心中的畏惧,
ἠλεύω· ὁ δʼ ἔπειτα πελώριον ὅρκον ὄμοσσεν,
你避开了他;于是他发下骇人的重誓,
μήποτέ σʼ ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν.
绝不让你被称作不死神明的妻子。
ἔμπης δʼ οὐ μεθίεσκεν ὀπιπεύων ἀέκουσαν,
即便如此,他依然未曾放弃暗中窥视违背其意愿的你,
εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα,
直到年尊的忒弥斯向他道破一切:
ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο
你注定将生下一个比其生父更为强大的儿子;
παῖδα τεκεῖν· τῶ καί σε λιλαιόμενος μεθέηκεν,
因此他虽万般渴求,
δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι
却因惧怕不死神明中会出现与他匹敌的新统治者,
ἀθανάτων, ἀλλʼ αἰὲν ἑὸν κράτος εἰρύοιτο.
为了永远维系自己的权力,方才放过了你。
αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι
然而我把凡人中最优秀者赐予你为夫,
δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας,
好让你获得称心如意的婚姻并生育子嗣;
τέκνα τε φιτύσαιο· θεοὺς δʼ ἐς δαῖτʼ ἐκάλεσσα
我邀请了所有神明一同赴宴,
πάντας ὁμῶς· αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον
我自己亦亲手高擎婚礼的火炬,
νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς.
以酬谢你那令人感念的敬意。
ἀλλʼ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω.
来吧,我还要告诉你一段确凿无疑的预言:
εὖτʼ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται,ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο
当你的儿子进入厄吕西翁原野时——此刻在肯陶洛斯喀戎的住处,
νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος,
水仙女们正照看着那渴求你乳汁的孩子——他注定要成为埃厄忒斯之女美狄亚的丈夫;
χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο
因此,
Μηδείης·4 σὺ δʼ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα,
即便作为婆母,你也要援助你的儿媳,
ἠδʼ αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται;
并协助珀琉斯本人。你的怨怒为何如此根深蒂固?
ἀάσθη. καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη.
他一时陷入迷妄;因为迷妄甚至也会降临到神明身上。
ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίω
诚然,依照我的命令,我想赫淮斯托斯——’
- 4.758εἰ δʼ ἄγε
史诗中用于敦促或号召的程式化感叹短语。此处并非引导条件从句的连词 εἰ,而是与 ἄγε 连用,引出后面的命令式 ἄνωχθι,意为“来吧/快”。
- 4.761ἐλθεῖν εἰς ἀκτάς
命令式不定式(infinitivus pro imperativo)。与后文的 ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν 一样,承接前文命令式 ἄνωχθι 的语势,并列地向伊里斯下达指令。
- 4.793οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο λέξασθαι
οὐκ ἔτλης(“你未敢/未忍心”)支配不定式 λέξασθαι,εὐνῇ 作为处所与格(或连带与格)表示“卧于床榻”。Διὸς ἱεμένοιο 为属格,修饰 εὐνῇ,意为“渴求的宙斯的床榻”。
- 4.814χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο Μηδείης
χρειώ 用作非人称谓词性名词(相当于 χρεώ ἐστι,“注定/必须”),支配带宾格的不定式结构(μιν ... πόσιν ἔμμεναι)。κούρης ... Μηδείης 是依附于 πόσιν 的宾格性属格。
