- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.1042-4.1115
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
美狄亚重申过去的誓约向阿耳戈英雄求助,英雄们誓言相护。夜里,阿尔基诺俄斯告知阿瑞忒,若美狄亚仍为处女便将其送归其父,若已成婚则予以留存,阿瑞忒闻讯立刻派遣密使联络伊阿宋。
δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατʼ ἘρινὺνἹκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν
“请敬畏盟约与誓言,敬畏求告者的复仇女神与神明的惩戒,
Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι.1
莫让我落入埃厄忒斯手中而遭受惨痛屈辱的摧残。
οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν
我没有神庙,没有可以依托的防卫塔楼,
ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτούς.
也没有任何其他庇护,唯有投奔你们自己。
σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες· οὐδʼ ἐνὶ θυμῷ
顽固而无情的人啊!
αἰδεῖσθε ξείνης μʼ ἐπὶ γούνατα χεῖρας ἀνάσσης
你们看着我走投无路地向异邦王后的膝头伸出双手,
δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν,
心中难道不觉羞愧吗?
κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις
当初急于夺取羊毛时,
αὐτῷ τʼ Αἰήτῃ ὑπερήνορι· νῦν δʼ ἐλάθεσθε
你们本愿向所有科尔喀斯人以及傲慢的埃厄忒斯本人挺矛交战;
ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν.’
如今他们孤立并被切断了后援,你们却忘却了勇气!”
ὧς φάτο λισσομένη· τῶν δʼ ὅντινα γουνάζοιτο,
她如此哀告着;凡她抱膝恳求之人,
ὅς μιν θαρσύνεσκεν2 ἐρητύων ἀχέουσαν.
那人便安慰她,平息她的悲泣。
σεῖον δʼ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν,
他们手握利刃战矛挥动,
φάσγανά τʼ ἐκ κολεῶν. οὐδὲ σχήσεσθαι ἀρωγῆς
将利剑拔出剑鞘,
ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν.
坚称若她遭遇不公的裁决,绝不袖手旁观。
στρευγομένοις δʼ ἀνʼ ὅμιλον ἐπήλυθεν εὐνήτειρα
在人群中疲惫不堪的男儿们头上,
νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν
使人间劳作得以安歇的黑夜降临了,
γαῖαν ὁμῶς· τὴν δʼ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος,
将整片大地一并抚慰;然而睡眠却片刻未能平复她的心境,
ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός.
她胸中的愁肠百转翻腾。
οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει
正如一位辛劳的妇人在夜深人静时纺动纱锤,
ἐννυχίη· τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα
因丧夫寡居,孤儿们在她身旁抽泣;
χηροσύνῃ πόσιος· σταλάει δʼ ὑπὸ δάκρυ παρειὰςμνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα·
她忆及降临在自己身上的凄苦命运,泪水自面颊扑簌滚落;
ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ
她的双颊同样被泪水浸湿,
ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν.
她的心宛若被利痛刺穿,在胸膛中剧烈翻绞。
τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν,
与此同时,在城内的宫殿深处,正如先前那般,
κρείων Ἀλκίνοος πολυπότνιά τʼ Ἀλκινόοιο
阿尔基诺俄斯王与阿尔基诺俄斯尊贵的妻子阿瑞忒在夜色笼罩的卧榻之上,
Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκονοἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δʼ ἀκοίτην
商议着少女的去向;妻子以深情的话语向同床共枕的夫君说道:
κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις·
“是的,亲爱的人啊,
‘ναὶ φίλος, εἰ δʼ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων
来吧,求你将这受尽苦难的少女从科尔喀斯人手中救下,
παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δʼ Ἄργοςἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες·
施恩于米纽埃斯人。阿尔戈斯与海摩尼亚的男儿们离我们的岛屿并不遥远;
Αἰήτης δʼ οὔτʼ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν
而埃厄忒斯并未住在近旁,我们也根本不认识埃厄忒斯,
Αἰήτην, ἀλλʼ οἶον ἀκούομεν· ἥδε δὲ κούρη
不过是风闻其名罢了;
αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα.
然而这受尽折磨的少女,以哀求击碎了我的心。
μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι.
王啊,切莫将她交予科尔喀斯人带回其父处。
ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν
当初她将驯服神牛的药物给予他时,
φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν
便已铸成大错;
πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων,
随后她以灾祸弥补灾祸——正如我们常因过失而行事那般——逃离了傲慢父亲的沉重怒火。 然而伊阿宋,
ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις,
据我所闻,
κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν,
已立下重誓要将她娶入宫中为正妻。
τῶ, φίλε, μήτʼ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαιθείης Αἰσονίδην, μήτʼ ἄσχετα σεῖο ἕκητι
因此,亲爱的人啊,切莫有意使埃宋之子本人沦为背誓之人,
παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο.
也莫要让做父亲的因你之故而在盛怒之下无情地残害骨肉。
λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες·
因为做父母的对自己的子女往往过于苛烈猜忌:
οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς·
想想看,昔日纽克透斯如何对待美貌的安提俄珀;
οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματʼ ἀνέτλη,
想想看,
πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδʼ ἀποτηλοῦ,
达那厄因其父的暴虐在海上遭受了何等苦难;
ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα
更不必提不久前在不远处,暴虐的厄客托斯将青铜尖刺扎入亲生女儿的双眼,
πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ
令她在昏暗的茅舍中研磨铜块,
ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ.’
在悲惨的宿命中逐渐凋零。”
ὧς ἔφατʼ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντο
她如此恳求着;国王的心被妻子的言辞所软化,便这般回答道:
ἧς ἀλόχου μύθοισιν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν·
“阿瑞忒啊,
‘Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι
若为了英雄们的情面与少女的缘故,
Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης.
我也愿披坚执锐逐走科尔喀斯人。
ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι.
但我惧怕轻慢宙斯的公正裁决。
οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις,
而且照你所言轻视埃厄忒斯也并非明智;
λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο.
因为没有谁比埃厄忒斯更具王者权柄。
καί κʼ ἐθέλων, ἕκαθέν περ, ἐφʼ Ἑλλάδι νεῖκος ἄγοιτο.
只要他愿意,即便远隔千里,也能将战火引至希腊。
τῶ μʼ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη
因此,我理当做出在所有人看来都是最完满的判决;
ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω.
我也不会对你隐瞒。
παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι
若她仍是处女,我便裁定将她送还其父;
ἰθύνω·3 λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
但若她已同男子共枕,
οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην
我绝不会将她从丈夫身边拆散;若她腹中怀有任何子嗣,
εἴ τινʼ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.’
我也绝不会将其交给敌人。”
ὧς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἐπισχεδὸν εὔνασεν ὕπνος.
他这般说道;随即睡眠便抚慰了他。
ἡ δʼ ἔπος ἐν θυμῷ πυκινὸν βάλετʼ· αὐτίκα δʼ ὦρτο
而王后将这睿智的话语铭记于心;
ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες
她立刻自卧榻起身,穿行于宫殿中;
ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι.
侍女们纷纷赶来,围在女主人身旁忙碌。
σῖγα δʼ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν,
她悄然唤来自己的传令官,嘱咐于他,
ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι
依照自己的聪慧筹划催促他们同房……
- 4.1043ἐς χεῖρας ἰοῦσαν Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι
宾格分词ἰοῦσαν(指说话人美狄亚)作祈使动词δείσατε的宾语,其后接表结果或目的的被动不定式δῃωθῆναι,意为‘请敬畏(惧怕)我落入埃厄忒斯手中而遭受惨痛屈辱的摧残’。
- 4.1053τῶν δʼ ὅντινα γουνάζοιτο, ὅς μιν θαρσύνεσκεν
不定关系从句中的希求语气动词γουνάζοιτο表示过去的重复动作,与主句中带有重复词缀-σκε-的未完成过去时动词θαρσύνεσκεν相呼应;关系代词ὅς在此兼具复指指示词功能(‘凡她哀告之人,那人便安慰她’)。
- 4.1106παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι ἰθύνω
动词ἰθύνω(‘我指示/裁定’)支配主动不定式κομίσσαι(‘送回’),不定式的逻辑主语在此被泛指并省略,而παρθενικὴν ἐοῦσαν作为补足语宾格与未明说的宾语(美狄亚)一致,意为‘若她仍为处女,我便裁定将她送还其父’。
