- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.967-4.1041
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔戈英雄们驶过特里纳基亚岛上太阳神的牛羊,抵达肥沃的德瑞帕涅岛并受到费阿刻斯人的盛情款待;然而追击而至的科尔喀斯大军要求引渡美狄亚,引得她在绝望中向王后阿瑞忒及诸英雄苦苦哀求。
δῦνον, ἐπεί ῥʼ ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς.
她们潜入了深渊,因为她们已完成了宙斯妻子的吩咐。
τοὺς δʼ ἄμυδις βληχή τε διʼ ἠέρος ἵκετο μήλων,
群羊的咩叫声穿过长空一同传到他们耳中,
μυκηθμός τε βοῶν αὐτοσχεδὸν οὔατʼ ἔβαλλεν.
牛群的哞鸣也近在咫尺地震动着他们的双耳。
καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκεν
在沾满露水的丛林间放牧群羊的,
ὁπλοτέρη Φαέθουσα θυγατρῶν Ἠελίοιο,ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα·
是赫利俄斯女儿中较年幼的淮苏萨,她手握银质的牧杖;
Λαμπετίη δʼ ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦ
而拉姆佩蒂厄照看着牛群,
πάλλεν ὀπηδεύουσα καλαύροπα. τὰς δὲ καὶ αὐτοὶβοσκομένας ποταμοῖο παρʼ ὕδασιν εἰσορόωντο
挥舞着灿亮山铜所制的牧棒。英雄们亲眼看见那些母牛在河水近旁、
ἂμ πεδίον καὶ ἕλος λειμώνιον· οὐδέ τις ἦεν
平原与芳草丰美的沼泽间吃草;
κυανέη μετὰ τῇσι δέμας, πᾶσαι δὲ γάλακτι
它们之中没有一头毛色暗黑,全部白如牛乳,
εἰδόμεναι, χρυσέοισι κεράασι κυδιάασκον.
以其金色的犄角自豪炫耀。
καὶ μὲν τὰς παράμειβον ἐπʼ ἤματι· νυκτὶ δʼ ἰούσῃ
他们在日间驶过了这些牛羊;当夜幕降临,
πεῖρον ἁλὸς μέγα λαῖτμα κεχαρμένοι, ὄφρα καὶ αὖτις
他们满心欢喜地划开广袤的海渊,
Ἠὼς ἠριγενὴς φέγγος βάλε νισσομένοισιν.
直到晨生黎明再次将光芒投在行进的众人身上。
ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιοἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος,
在伊奥尼亚海峡前方,塞劳尼亚海中有一座辽阔肥沃的岛屿,
ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις—ἵλατε Μοῦσαι,
相传在那岛屿之下埋藏着一把大镰刀——缪斯们啊,祈求宽宥,
οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος1—ᾧ ἀπὸ πατρὸς
我并非情愿陈说这先人的古老传闻——克罗诺斯曾用它残忍地割下
μήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦς
了父亲的阳具;
κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην.
另有人则称那是属于大地的得俄收割麦穗的镰刀。
Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ,
因为得俄昔日曾定居在那片土地上,
Τιτῆνας δʼ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι,
出于对玛克里斯的喜爱,
Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται
教导提坦们收割充盈饱满的麦穗。因此那岛屿被称为德瑞帕涅,
οὔνομα, Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοὶ
费阿刻斯人神圣的哺育之地;
αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν.
而费阿刻斯人自己也是乌拉诺斯血脉的后裔。
τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισινΘρινακίης αὔρῃς ἵκετʼ ἐξ ἁλός· οἱ δʼ ἀγανῇσιν
历尽艰辛的阿尔戈号,乘着特里纳基亚的清风自大海驶抵他们那里;阿尔基诺俄斯
Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας
与臣民们带着仁慈的祭礼,欣然迎接着前来的他们;整座城邦
δειδέχατʼ ἀσπασίως· ἐπὶ δέ σφισι καγχαλάασκεν
都在为他们欢腾雀跃;
πᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι.2
你真会以为他们是在为自己的亲生儿女而欣喜。
καὶ δʼ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο,
英雄们自己也在人群中欢欣鼓舞,宛如已踏上了海摩尼亚的腹地一般;
τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτεςΑἱμονίῃ· μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι·
然而,他们很快便要在战阵的喧嚣中披挂铠甲;
ὧδε μάλʼ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη
因为一支庞大无匹的科尔喀斯大军极近地显现出来,
Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας
他们穿过蓬托斯的海口与苍蓝岩礁,
Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν.
跨海前来搜寻诸位英雄。
Μήδειαν δʼ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι
他们径直要求引渡美狄亚带回其父处,
ἵεντʼ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴννωμήσειν χαλεπῇσιν ὁμόκλεον3 ἀτροπίῃσιν
否则便以毫不妥协的顽抗相威胁,
αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ.
定要在那时以及其后随同埃厄忒斯的进军掀起凄楚的战火。
ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο
然而阿尔基诺俄斯王阻拦了急欲开战的他们;
κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν
因为他渴望在不起兵戈的情况下,
δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι.
为双方平息狂暴的争端。
κούρη δʼ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς
少女在致命的恐惧下,屡屡向埃宋之子的同伴们恳求,又频频用双手
Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν
触碰阿尔基诺俄斯妻子阿瑞忒的膝头:
Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο·
‘王后啊,
‘γουνοῦμαι, βασίλεια· σὺ δʼ ἵλαθι, μηδέ με Κόλχοιςἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ
我向你祈求;愿你垂怜,莫将我交予科尔喀斯人带去给我的父亲,倘若你自己也是凡人种族中
ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην
被抚育的一员,
ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν.
凡人的心智最易因轻率的过失而疾奔向毁灭。
ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι
我的明慧之心就是这般离我而去,
μαργοσύνης. ἴστω δʼ ἱερὸν φάος Ἠελίοιο,
绝非出于放纵贪狂。愿赫利俄斯的神圣光芒作证,
ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης,
愿夜行佩耳塞斯之女的秘仪作证,
μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν
我绝非出于自愿而同异邦男儿离开故土;
κεῖθεν ἀφωρμήθην· στυγερὸν δέ με τάρβος ἔπεισεν
而是当我铸成大错时,
τῆσγε φυγῆς μνήσασθαι, ὅτʼ ἤλιτον· οὐδέ τις ἄλλη
可怖的战栗迫使我想到了这场逃亡;
μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς
彼时再无别计。我的处女束带依旧如在父家
δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλʼ ἐλέαιρε,
宫苑中那般,洁净而未受玷污。尊贵的王后啊,
πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δʼ ὀπάσειαν
求你垂怜,去劝解你的丈夫吧;愿不朽的诸神赐予你
ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε
圆满的生平与荣耀,
καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος.’
赐予你子女,以及永不陷落之城邦的荣光。’
τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα·τοῖα δʼ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον·
她流着热泪,如此这般地向阿瑞忒抱膝哀求;又转而向英雄们逐一恳求:
‘ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τʼ ἀέθλοιςὧν κάμον4 ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητι
‘无比崇高的勇士们啊,正因你们,也为了我曾为之竭力的你们的那些竞赛,我如今陷入惶恐;正因我的相助,
ταύρους τʼ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν
你们套上了神牛的轭,
κείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε
斩获了地生人的毁灭之获;正因我的缘故,
χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες.
你们归航后便能立刻将金羊毛带回海摩尼亚。
ἥδʼ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας,ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο·
而我如今站在这里,已失去了祖国与生身父母,失去了家园与生命的全部欢悦;
ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις
但我却成全了你们,使你们能再次栖居于故土与宫庐;
ἤνυσα· καὶ γλυκεροῖσιν ἔτʼ εἰσόψεσθε τοκῆας
你们尚能以欢悦的目光望见双亲;
ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων
然而沉重的神意已将我的荣华彻底夺去;
ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι.
我唯有在这可憎的境遇中,与异乡人一同流浪。’
- 4.984ἵλατε Μοῦσαι, / οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος
叙述者在讲述乌拉诺斯被阉割这一不祥、不敬的神话之前插入的避祸祈祷句(apotropaic parenthesis)。ἵλατε 为现在时命令式复数(“请垂怜/降福”),是平息神怒的惯用仪式语。
- 4.997φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι
第二人称单数潜在愿望语气与 κεν(即 ἄν)连用,构成虚拟假设的习用句式“你真会说……”,面向假想的旁观者,后接不定式补足语 γάνυσθαι。
- 4.1004Μήδειαν δʼ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι / ἵεντʼ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν / νωμήσειν χαλεπῇσιν ὁμόκλεον
由表示二选一的连词 ἠέ(即 ἤ)连接的并列转折结构:前一分句由 ἵεντο 统领表目的的不定式 ἄγεσθαι,后一分句则转向由 ὁμόκλεον 统领表威胁的将来时不定式 νωμήσειν。
- 4.1031ἀμφί τʼ ἀέθλοις / ὧν κάμον
关系代词的引申格(attraction):关系代词 ὧν 受前文属格(ὑμέων)及句意影响变为属格,其原本的句法功能是作为动词 κάμον(“为之劳碌”)的直接宾语(应为宾格 οὕς)。
