- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.1116-4.1190
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知阿瑞忒的传信后,伊阿宋与英雄们在玛克里斯的神圣洞穴中铺设金羊毛为榻,在仙女与英雄们的婚礼颂歌中仓促与美狄亚成婚。破晓时分,阿尔基诺俄斯手持黄金权杖出巡以宣判裁决,民众与科尔喀斯人纷纷聚拢。
Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα
〔催促〕埃宋之子与少女结合,
λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει,
而切莫去恳求阿尔基诺俄斯王;
παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς
因为国王将亲自前往向科尔喀斯人裁决:若她仍为处女,
ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
便将她交还其父的府邸;但若她已同男子同床共枕,
οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.
便不再将她与结发之爱拆散。
ὧς ἄρʼ ἔφη· τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο,
她这般说完,使者的脚步便飞快地将他带出宫殿,
ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν
好向伊阿宋通报这合宜的消息,
Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο.
传达阿瑞忒的筹划与敬畏神明的阿尔基诺俄斯的意图。
τοὺς δʼ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας
他在城旁的许拉伊科斯港边,
Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δʼ ἄρα πᾶσαν
寻到了正在战船旁披甲守夜的英雄们,并将整个讯息原原本本地宣告;
πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου
每位英雄的心中都充满了欢喜,
ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.
因为他带来了极合他们心意的话语。
αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν,
他们立刻依礼为福乐的神明调配美酒,
ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλʼ ἐρύσαντες,
虔敬地将羊牲牵至祭坛前,
αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴνἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν,κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων
并在当夜于神圣的山洞中为少女铺设洞房婚榻——昔日心若甘饴的阿里斯泰俄斯之女玛克里斯便曾居于此处,
ἔργα πολυκμήτοιό τʼ ἀνεύρατο πῖαρ ἐλαίης.
正是那位阿里斯泰俄斯发现了蜂群的劳作与耗费心力培育的橄榄之丰腴油脂。
κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα
正是她最先,
Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ
昔日赫耳墨斯将宙斯的尼萨之子从烈火中救出时,
δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν,
在优卑亚的阿班忒斯人之地将其拥入怀中,
εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δʼ Ἥρη,
并用蜂蜜润湿了他干裂的嘴唇;然而赫拉察觉了此事,
καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου.
盛怒之下将她逐出了整座岛屿。
ἡ δʼ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ
于是她远徙至费埃克斯人神圣的洞穴中定居,
νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν.
为那里的居民带来了无尽的福祉。
ἔνθα τότʼ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δʼ ὕπερθεν
英雄们便在此处铺设了巨大的卧榻,
χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο
并在其上铺展开金光璀璨的金羊毛,
τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν
好让这场婚礼尊荣无比、万世传唱。
νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις
仙女们用洁白的衣襟采撷来缤纷的花朵运入洞中;
ἐσφόρεον· πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη·
宛若烈火般的光彩笼罩了所有人,
τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος.
自那黄金簇毛上闪烁出耀眼的光芒。
δαῖε δʼ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἴσχε δʼ ἑκάστην
这光芒在她们眼中点燃了甜美的渴望,然而尽管极欲伸手抚摸,
αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι.
羞怯与敬畏却使每个人止步不前。
αἱ μέν τʼ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες·
她们有的被称为埃盖俄斯河的女儿,
αἱ δʼ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο·
有的栖居于墨利忒亚的山巅,
αἱ δʼ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ
有的则是平原树林中的林仙。
Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.
只因宙斯之妻赫拉亲自召唤了她们,以荣耀伊阿宋。
κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον
那洞穴至今仍被称为美狄亚的神圣洞穴,
Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν
她们在洞中铺展芬芳的轻袍,
τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δʼ ἐνὶ χερσὶν
让二人结为连理。
δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν
而英雄们手中持定战矛,
δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,
以防仇敌的大军出其不意地突袭来攻,
κράατα δʼ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν,
他们头上戴着枝繁叶茂的花冠,
ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος
在俄耳甫斯清越的里拉琴声伴奏下,
νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον.
于洞房门前齐声高唱婚礼颂歌。
οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι
英雄埃宋之子本无意在阿尔基诺俄斯的土地上完婚,
ἥρως Αἰσονίδης, μεγάροις δʼ ἐνὶ πατρὸς ἑοῖο,
而是想在返回伊俄尔喀斯后于父亲的宫殿中举行;
νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος· ὧς δὲ καὶ αὐτὴ
美狄亚自己亦是这般作想;
Μήδεια φρονέεσκε· τότʼ αὖ χρεὼ ἦγε μιγῆναι.
然而此刻情势紧迫,促成了两人的结合。
ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων
因为我们受尽苦难的凡人种族,
τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί·1 σὺν δέ τις αἰεὶ
从未能全身心地迈入纯粹的欢愉;
πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη.
总有某种苦涩的忧虑伴随着喜悦如影随形。
τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι
因此,即便他们沉醉于甜美的欢爱之中,
δεῖμʼ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.2
恐惧仍攫住了他们的心,不知阿尔基诺俄斯的决断能否最终成全。
Ἠὼς δʼ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν
当黎明携着神圣的光辉升起,
λῦε κελαινὴν νύκτα διʼ ἠέρος· αἱ δʼ ἐγέλασσαν
透过苍穹驱散了黑夜;岛屿的海岸欢笑,
ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθενἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς·
远方平原上带露的小径亦显现光彩;街巷中响起了喧哗之声;
κίνυντʼ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δʼ ἀποτηλοῦ
城中的居民纷纷走动,
Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο.
远方玛克里斯半岛尽头的科尔喀斯人也开始行动。
αὐτίκα δʼ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν
阿尔基诺俄斯立刻依照盟约出行,
ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δʼ ὅγε χειρὶ
欲宣告他对少女命运的心意;
σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ
他手中握着黄金的执法权杖,
ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας.
城中民众皆在其下领受公正的裁决。
τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες
费埃克斯人的贵族们随之披坚执锐,
Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο.
列队整齐地跟在他身后。
ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων
妇女们成群结队走出城楼观看英雄,
βαῖνον ἐποψόμεναι· σὺν δʼ ἀνέρες ἀγροιῶταιἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν
乡间的男儿闻讯亦赶来相迎,
Ἥρη ἐπιπροέηκεν. ἄγεν δʼ ὁ μὲν ἔκκριτον ἄλλων
因为赫拉散布了确凿的音讯。有人牵来羊群中精选的公羊,
ἀρνειὸν μήλων, ὁ δʼ ἀεργηλὴν ἔτι πόρτιν·
有人牵来尚未服役的小母牛;
ἄλλοι δʼ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου
其他人则在近旁摆上调酒的双耳陶罐;
κίρνασθαι· θυέων δʼ ἀποτηλόθι κήκιε λιγνύς.
祭祀的青烟向远方袅袅升起。
αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες,
女人们也按妇人的习惯,带来了精心织就的轻袍、
μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν
黄金饰品以及各式各样的华丽装点。
- 4.1165οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί
意合构造(constructio ad sensum):中性复数集合名词主语φῦλα(‘部族/种族’)搭配了第一人称复数动词ἐπέβημεν(‘我们踏入’),叙述者借此将自身与全人类包摄在这一格言式的论述中。动词ἐπιβαίνω支配属格τερπωλῆς(‘欢愉’),与格短语ὅλῳ ποδί(‘用整个脚’)为方式与格,系表示‘全然地/毫无保留地’的习语。
- 4.1169δεῖμʼ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο
接在δεῖμα ἔχεν(‘恐惧攫住了[他们]’)后面的εἰ引导的不是条件从句,而是间接疑问从句(‘阿尔基诺俄斯的裁决是否会成全’)。希求语气动词τελέοιτο由过去时主句动词(未完成过去时ἔχεν)引发,体现过去视点下的间接从属语气。
- 4.1116ἐποτρυνέουσα μιγῆναι Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα λίσσεσθαι
前一分段末尾的分词ἐποτρυνέουσα(‘催促’)支配‘宾格+不定式’结构:宾格Αἰσονίδην作不定式μιγῆναι与λίσσεσθαι的逻辑主语,否定词μηδέ修饰后一个不定式,表‘催促埃宋之子与少女结合,莫去恳求国王’。
未在正文中定位
