- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.962-3.1037
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
美狄亚为伊阿宋的丰姿所倾倒,侍女退避后两人相对凝睇;伊阿宋援引阿里阿德涅相助忒修斯的故事恳求相助,深受打动的美狄亚将灵药交予他,并悉心指点他行夜祭赫卡忒的具体仪式。
ἐκ δʼ ἄρα οἱ κραδίη στηθέων πέσεν,1 ὄμματα δʼ αὔτως
于是她的心仿佛从胸膛跌落,
ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος.
双目骤然昏花,温热的红晕漫上了两颊。
γούνατα δʼ οὔτʼ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι
她的双膝既无力向前亦无力后退,
ἔσθενεν, ἀλλʼ ὑπένερθε πάγη πόδας.2 αἱ δʼ ἄρα τείως
双脚犹如在下方凝固扎根。
ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν.
而侍女们在此期间早已悉数退到了远处。
τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν,
他们二人默然无语地相对伫立,
ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν,
犹如橡树或高耸的松树,
αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται,
无风之时静静地生根并立于山间;
νηνεμίῃ· μετὰ δʼ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο
随后在狂风的吹拂下,
κινύμεναι ὁμάδησαν ἀπείριτον· ὧς ἄρα τώγε
它们又摇曳着发出阵阵不绝的喧响。他们二人亦是如此,
μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος.
即将在爱神的吹拂下倾心倾吐万语千言。
γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν
埃宋之子察觉到她已陷入神意注定的狂乱情愫之中,
θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον·
便温言抚慰地向她这般说道:
‘τίπτε με, παρθενική, τόσον ἅζεαι, οἶον ἐόντα;
“少女啊,见我孤身一人,你因何如此畏惧?
οὔ τοι ἐγών, οἷοί τε δυσαυχέες ἄλλοι ἔασινἀνέρες, οὐδʼ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον,
我向来不是那些狂妄傲慢之辈,
ἦα πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη,
即便从前居住在故邦之时亦绝非如此。因此,少女啊,
ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι.
切莫因过分羞怯而不敢向我询问任何你想知道的事,或是吐露心声。
ἀλλʼ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες,
既然我们怀着善意彼此走近,
χώρῳ ἐν ἠγαθέῳ, ἵνα τʼ οὐ θέμις ἔστʼ ἀλιτέσθαι,
来到这绝不容许行非义之事的圣洁之地,
ἀμφαδίην ἀγόρευε καὶ εἴρεο· μηδέ με τερπνοῖς
你就请坦然直言,尽情发问吧。切莫用虚饰的言辞诓骗我,
φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης
因为起初你已应允了你的亲姐姐,
αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν.
要赐予合心合意的药物。
πρός σʼ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων
我指着赫卡忒女神本尊、指着你的双亲,
καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρʼ ὑπερίσχει·
并指着向异邦客与恳求者施以庇护之手的宙斯恳求你;
ἀμφότερον δʼ, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδʼ ἱκάνω,
我作为恳求者和异乡客来到这里,
χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν
出于无可奈何的迫切需求抱膝恳求。若无你们相助,
ὑμείων στονόεντος ὑπέρτερος ἔσσομʼ ἀέθλου.
我绝无法胜过那悲惨艰难的试炼。
σοὶ δʼ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς,
日后我必当报答你的相助之恩,
ἣ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,
正如隔绝远居之人所当为、所适宜的那样,
οὔνομα καὶ καλὸν τεύχων κλέος· ὧς δὲ καὶ ὧλλοι
为你扬名四海、树立美誉。当其他英雄返回希腊之后,
ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντεςἡρώων τʼ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη
他们亦将传颂你的名字;
ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν·
还有那些英雄的妻子与母亲们——她们如今料想正坐在海滨为我们悲啼——亦将传颂你;
τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας.
你将驱散她们那揪心的痛楚。
δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατʼ ἀέθλωνπαρθενικὴ Μινωὶς ἐυφρονέουσʼ Ἀριάδνη,
往昔,米诺斯的女儿、
ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο.
心怀善意的少女阿里阿德涅——太阳神之女帕西法埃所生之女——亦曾解救忒修斯脱离险恶的试炼。
ἀλλʼ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως,
当米诺斯平息了怒火之后,
σὺν τῷ ἐφεζομένη πάτρην λίπε· τὴν δὲ καὶ αὐτοὶἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρ
她更与他同登舟楫,舍弃了故土;连不死的神明亦深爱于她,
ἀστερόεις στέφανος, τόν τε κλείουσʼ Ἀριάδνης,
苍穹之中更有昭示她的凭证——那顶被称为阿里阿德涅之冠的群星冠冕,
πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν.
整夜伴随着天穹的星宿旋转。
ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃς
若你能拯救如此众多优秀的勇士队伍,
τόσσον ἀριστήων ἀνδρῶν στόλον. ἦ γὰρ ἔοικας
你亦必将获得来自神明的恩泽。凭你的容姿看来,
ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι.’
你委实极富温存贤淑的美德。”
ὧς φάτο κυδαίνων· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα
他如此极尽赞颂地说道;而她斜垂下眼帘,
νεκτάρεον μείδησʼ ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς
绽出蜜一般甘美的微笑。
αἴνῳ ἀειρομένης,3 καὶ ἀνέδρακεν ὄμμασιν ἄντην·
在赞辞的抚慰下,她心旌摇曳,胸中的灵魂融化如水,不由得抬眼凝眸与他当面对视。
οὐδʼ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο,
她不知该先吐露哪一句言辞,
ἀλλʼ ἄμυδις μενέαινεν ἀολλέα πάντʼ ἀγορεῦσαι.
只急于在一瞬间将所有话语倾囊相告。
προπρὸ δʼ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης
她毫不吝惜地径直从芬芳的腰带间取出神药,
φάρμακον· αὐτὰρ ὅγʼ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς.
而他亦满心欢喜,立刻双手接下。
καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα
若是他有所渴求,她甚至甘愿将整个灵魂从胸中掏出交付与他,
ψυχὴν ἐγγυάλιξεν4 ἀγαιομένη χατέοντι·
满心欢喜于他的索求。
τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαοστράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δʼ ἀμαρυγὰς
爱神正是从埃宋之子金色的头颅上闪耀出如此温存的火焰,
ὀφθαλμῶν ἥρπαζεν· ἰαίνετο δὲ φρένας εἴσω
夺去了她双眸中的明澈神采;她的内心温热而消融,
τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση
犹如晨曦初绽、
τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.
在朝霞温润的照耀下融化于蔷薇之上的朝露。
ἄμφω δʼ ἄλλοτε μέν τε κατʼ οὔδεος ὄμματʼ ἔρειδοναἰδόμενοι, ὁτὲ δʼ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς,
二人时而因娇羞而将目光垂向地面,
ἱμερόεν φαιδρῇσιν ὑπʼ ὀφρύσι μειδιόωντες.
时而又在明媚的眉宇下含情脉脉地相视微笑。
ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη·
许久之后,少女方才艰难地吐露这般言辞:
‘φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομʼ ἀρωγήν.
“此刻请你细心听好,我将如何为你谋划解脱之法。
εὖτʼ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ
当我父亲在你前去时,
ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας,
将毒龙颌下的致命牙齿交付给你播种之时,
δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας,
你须细心守候至夜半子时,
ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο,
在长流不息的河水中洗沐身躯,
οἶος ἄνευθʼ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν
独自一人避开旁人,身着青黑色的长袍,
βόθρον ὀρύξασθαι περιηγέα· τῷ δʼ ἔνι θῆλυν
挖掘一口浑圆的深坑。在坑中宰杀一头母羊,
ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι,5
在坑上妥善堆起柴堆,
αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ.
将其不加分割地生置于其上。
μουνογενῆ δʼ Ἑκάτην Περσηίδα μειλίσσοιο,
你当向珀耳塞斯的独生女赫卡忒祈求息怒,
λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων.
自酒杯中倾倒蜜蜂在蜂巢中所酿之甘汁。
ἔνθα δʼ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι,
当你谨记心怀、平息了女神的怒火之后,”
- 3.962ἐκ δʼ ἄρα οἱ κραδίη στηθέων πέσεν
ἐκ 与 πέσεν 构成词序分离(tmesis),相当于复合动词 ἐκπίπτω(脱落、跌落)。与格 οἱ 为领属性与格,意为“她的心从胸膛跌落”。
- 3.965πάγη πόδας
πάγη 是动词 πήγνυμι 的第二被动态不定过去时第三人称单数。宾格 πόδας 是限制性宾格(即所谓“希腊式宾格”),表示“在双脚上凝固/扎根”。
- 3.1009ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς αἴνῳ ἀειρομένης
代词 οἱ 为与格,而分词 ἀειρομένης 却为属格。这是由于分词在语义上与领属性与格 οἱ 所隐含的属格领属意义(“因赞扬而高扬的她的心灵”)相一致,属于诗歌中常见的按意义配合(constructio ad sensum)。
- 3.1015καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα ψυχὴν ἐγγυάλιξεν
语气小词 κέ(ν) 与直陈式不定过去时 ἐγγυάλιξεν 结合,构成过去反事实假设(“若他索求,她甚至愿将整个灵魂从胸中汲出交付与他”)。
- 3.1032ὀρύξασθαι... σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι
不定式 ὀρύξασθαι、σφάζειν 与 ὠμοθετῆσαι 在此用作祈使不定式(infinitivus pro imperativo),与后文表温和祈使的愿望式 μειλίσσοιο 一同构成美狄亚对伊阿宋指示祭仪步骤的指令句。
