← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§3.888-3.961

伊阿宋与美狄亚在赫卡忒神庙相遇

美狄亚抵达赫卡忒神庙后,用计遣开侍女;与此同时,伊阿宋在莫普索斯与阿尔戈斯的陪同下穿过原野。依据乌鸦传达的神谕,莫普索斯等人留步等候,伊阿宋独自前往神庙,如同耀眼的星辰般出现在焦灼等待的美狄亚面前。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
888

νηὸν δʼ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα,

当她驾车越过原野到达神殿时,

δὴ τότʼ ἐυτροχάλοιο κατʼ αὐτόθι βήσατʼ ἀπήνης

便满怀急迫之情,立刻从那轮轴轻灵的马车上走下,

890

ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν·

向侍女们这般说道:“挚友们啊,

‘ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐδʼ ἐνόησα

我实实犯下了一桩大错,

μὴ ἴμεν1 ἀλλοδαποῖσι μετʼ ἀνδράσιν, οἵ τʼ ἐπὶ γαῖαν

竟未曾留心避开那些在我们土地上游荡的异邦男子。

ἡμετέρην στρωφῶσιν. ἀμηχανίῃ βεβόληται

如今全城皆陷入困惑与惶恐之中,

πᾶσα πόλις· τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶν

因此往昔每日聚于此处的妇女们,

895

τάων, αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται.

无一人来到这里。

ἀλλʼ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὔ νύ τις ἄλλος ἔπεισιν,

然而,既然我们已经到达,又无旁人走近,

εἰ δʼ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν

来吧,且让我们以悦耳的歌声尽情畅快胸怀;

μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης

采摘完柔嫩草地上的娇艳花朵之后,

λεξάμεναι τότʼ ἔπειτʼ αὐτὴν ἀπονισσόμεθʼ ὥρην.

我们便在同一时刻折返。

900

καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδʼ ἵκοισθε

若是你们赞同我的这番心意,

ἤματι τῷ, εἴ μοι συναρέσσετε τήνδε μενοινήν.

今日归家时你们定能带回许多受用的厚赠。

Ἄργος γάρ μʼ ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτὴ

因为阿尔戈斯用言语力劝我,喀尔喀俄佩本人亦是如此;

Χαλκιόπη· τὰ δὲ σῖγα νόῳ ἔχετʼ εἰσαΐουσαι

但请你们将从我这里听去的话悄悄藏在心中,

ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται.

切莫让这话传入我父亲的耳中。

905

τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη,

他们命我收下财礼,

δῶρʼ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων.

将那位承担起公牛试炼的异乡客人从致命的角逐中拯救出来。

αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν

而我应允了这番话,并已嘱咐他避开同伴、

κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι,

孤身一人前来与我当面相会;

ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ

若他携礼而来并奉上礼物,我们便可在彼此间瓜分,

910

δῶρα φέρων, τῷ δʼ αὖτε κακώτερον ἄλλο πόρωμεν

而作为回报,

φάρμακον. ἀλλʼ ἀπονόσφι πέλεσθέ μοι, εὖτʼ ἂν ἵκηται.’

我们则赐给他另一剂更具祸患的毒药。但是,当他来到时,你们且退到离我较远之处。”

ὧς ηὔδα· πάσῃσι δʼ ἐπίκλοπος ἥνδανε μῆτις.

她这般说道;而那带有欺瞒的计谋取悦了她们所有人。

αὐτίκα δʼ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσαςἌργος, ὅτʼ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν

阿尔戈斯一从兄弟们那里得知她已于清晨前往赫卡忒的圣殿,

915

ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν,

便立刻将埃宋之子从同伴中单独引出,

ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος

领他穿过原野;阿姆皮克斯之子莫普索斯亦与他们同行,

Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν

他既擅长阐释显现于前的鸟占兆象,

οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν.

又擅长与同路者审慎谋划。

ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν,

在往昔的凡人之中,无论是由宙斯亲生之辈,

920

οὔθʼ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθʼ ὅσοι ἄλλων

还是从其他不朽神明的血脉中诞生的英雄,

ἀθανάτων ἥρωες ἀφʼ αἵματος ἐβλάστησαν,οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ

从来未曾有人如这一日的伊阿宋这般,

ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι.2

由宙斯的妻子塑造得无论当面瞻望抑或与之交谈皆超拔绝伦。

τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι

同伴们注视着他,亦因那周身洋溢的恩宠光芒而惊叹不已;

925

λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ

阿姆皮克斯之子在途中满心欣喜,

Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα.

料想已预知了一切结局。

ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ

在原野的小径旁、临近神殿之处,

αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα,

有一株枝繁叶茂的黑杨,

τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι.

喧闹的乌鸦常栖息于此。

930

τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα

其中一只在高处的树枝间振翅,

ὑψοῦ ἐπʼ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς·3

依照赫拉的心意厉声责备道:

‘Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδʼ ὅσα παῖδες ἴσασιν

“好一个不成器的预言家,

οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν

竟连孩童皆知之事亦无法在心中洞察,

οὔτʼ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο

即当有外来客随行在侧时,

935

ἠιθέῳ, εὖτʼ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται.

少女绝不可能向年轻男子吐露半分温存情意。

ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὔτε σε Κύπρις,

滚开吧,拙劣的占卜者,糊涂的东西!

οὔτʼ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.’

库普里斯与温存示爱的众厄洛斯皆未曾垂青于你。”

Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας

乌鸦轻蔑地这般说道;莫普索斯听闻神意驱使的鸟语便泛起微笑,

ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τʼ ἔειπεν·

如此说道:“埃宋之子啊,

940

‘τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην

你独自前往女神的神庙吧,

δήεις, Αἰσονίδη· μάλα δʼ ἠπίῃ ἀντιβολήσεις

在那儿你将寻见那位少女。凭着库普里斯的启示,

Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων

你定能遇上极其温和的她,她将成为你试炼中的同工,

ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς.

正如阿革诺耳之子菲纽斯先前所言。

νῶι δʼ, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτʼ ἂν ἵκηαι,

我们两人——我与阿尔戈斯——将退避一旁,

945

τῷδʼ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθʼ· οἰόθι δʼ αὐτὸς

在此地静候你归来;你且孤身一人前去,

λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.’

用周密的言辞劝说她、恳求她。”

ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω.

他言辞极具明断,二人皆欣然赞同。

οὐδʼ ἄρα Μηδείης θυμὸς τράπετʼ ἄλλα νοῆσαι,

然而,美狄亚的心思纵在歌唱中亦无法转去思量他事;

μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ, ἥντινʼ ἀθύροι

无论她戏唱何种曲调,

950

μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι.

皆不能长久地让她感到欢愉。

ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτʼ ὄσσε

她无计可施地屡屡中断歌声,

ἀμφιπόλων μεθʼ ὅμιλον ἔχʼ ἀτρέμας· ἐς δὲ κελεύθους

双眼从未平静地注视侍女群中,而是偏转着面颊,

τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς.

向远方的小径频频顾盼。

ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον

每当她隐约听到掠过的声响,

955

ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι.

无论是脚步声还是风声,心房便在胸中猛烈震颤。

αὐτὰρ ὅγʼ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη

然而,未过多久,他便出现在她渴望的目光中,

ὑψόσʼ ἀναθρώσκων ἅ τε Σείριος Ὠκεανοῖο,

犹如天狼星自大洋中腾空升起,

ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τʼ ἐσιδέσθαι

那星辰升起时固然美丽耀眼,

ἀντέλλει, μήλοισι δʼ ἐν ἄσπετον ἧκεν ὀιζύν·

却给羊群降下无尽的苦难;

960

ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι

埃宋之子来到她面前时亦是如此端丽动人,然而他的显现,

Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς.

却在她心底掀起渴念之爱那难以承受的折磨。

语法注3 条
  1. 3.891οὐδʼ ἐνόησα μὴ ἴμεν

    在动词 ἐνόησα 受否定词 οὐδέ 修饰的语境下,不定式 ἴμεν 前带有否定词 μή。此处的 μή 属于伴随回避、留心或防止意义而出现的冗余否定(sympathetic/redundant μή),表示“未曾留心避开/不去接触”异邦男子。

  2. 3.922οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι

    关系代词 οἷον(作 Ἰήσονα 的谓语宾格)承接前文的 τοῖος(“往昔之人中未曾有这样的人……如同宙斯的妻子塑造伊阿宋那样”)。其后并列的不定式 ἰδεῖν 与 προτιμυθήσασθαι 为说明性(外延性)不定式,限定了其绝伦之处在于“无论当面瞻望,抑或与之交谈”。

  3. 3.931Ἥρης ἠνίπαπε βουλάς

    动词 ἠνίπαπε(ἐνίπτω 的诗歌过去时,“责备、斥责”)与 Ἥρης ... βουλάς 搭配。鉴于乌鸦斥责的具体话语见于下文引语,此处的 βουλάς 可视为同族宾格或关系宾格,意为“依据赫拉的心意/宣告赫拉的意图而加以斥责”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.888-3.961