- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.1038-3.1110
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
美狄亚向伊阿宋传授克服试炼的仪礼、神药用法及掷石令地生人自相残杀的计策,并在离别的哀伤中恳求他铭记自己。伊阿宋讲述故土风貌与阿里阿德涅的故事加以慰藉,美狄亚则道明其父埃埃忒斯的严酷,唯求他返乡后永不相忘。
ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦπος
你当从柴堆旁向后退去;
ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω,
切莫让脚步声或是猎犬的吠叫促使你转身回头,
ἠὲ κυνῶν ὑλακή,1 μή πως τὰ ἕκαστα κολούσας
免得你破坏了各项仪礼,
οὐδʼ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.
自己亦无法安然回到同伴身边。
ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτʼ ἀλοιφῇ
清晨之时,你当浸润这药剂,
γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκὴ
赤身裸体如涂抹油脂般擦亮你的身躯;
ἔσσετʼ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης
其中将蕴含无尽的勇武与巨大的力量,
ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν.
你绝不会自认匹敌于凡人,而是与不死的神明并驾齐驱。
πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω
此外,你的长矛、
καὶ ξίφος. ἔνθʼ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶγηγενέων ἀνδρῶν, οὐδʼ ἄσχετος ἀίσσουσα
盾牌与佩剑亦当涂抹此药。如此,地生之人的锋刃便无法刺穿你,
φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν
凶暴公牛那不可阻挡的喷涌烈焰亦伤不到你。 然而,你这般状态并不能维持长久,
ἔσσεαι, ἀλλʼ αὐτῆμαρ· ὅμως σύγε μή ποτʼ ἀέθλου
仅有当天一日;即便如此,
χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομʼ ὄνειαρ.
你亦绝不可在试炼前退缩。 而且,我还要另外向你进献一策相助。
αὐτίκʼ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν
当你给强健的公牛套上轭,
χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς,
以双手与勇力迅速耕遍整片坚硬的休耕田,
οἱ δʼ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες
当毒龙的牙齿播撒在黝黑的土块上、
σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων,
巨人们已沿着犁沟如禾麦般抽穗生长之时,
αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,
若是你窥见他们大批自休耕地中蜂拥而起,
λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἱ δʼ ἂν ἐπʼ αὐτῷ,
便暗中掷出一块沉重的巨石;
καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιενἀλλήλους· καὶ δʼ αὐτὸς ἐπείγεο δηιοτῆτος
他们便会如争夺食物的利齿恶犬一般,因那块石头而自相残杀;
ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γʼ ἕκητι
而你自身亦须赶快疾步冲上前去厮杀。正因如此,
οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί· νίσσεο δʼ ἔμπης,
你才能把金羊毛从埃亚带回遥远的希腊;不过,在你启程之后,
ᾗ φίλον, ἤ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι.’
你爱去哪里、愿往何处,便自去吧。
ὧς ἄρʼ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα
她这般说着,默默垂首注视着足前,
θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν
以温热的泪水浸湿了绝美的面颊,
μυρομένη, ὅ τʼ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο
悲泣于他注定要远离自己漂泊于大洋之上;
πόντον ἐπιπλάγξεσθαι· ἀνιηρῷ δέ μιν ἄντηνἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸςδεξιτερῆς· δὴ γάρ οἱ ἀπʼ ὀφθαλμοὺς λίπεν αἰδώς·
她满怀愁苦地再度当面与他交谈,并执起他的右手——因为羞赧已然自她的眼眸中消逝:
‘μνώεο δʼ, ἢν ἄρα δή ποθʼ ὑπότροπος οἴκαδʼ ἵκηαι,
“倘若你果真有朝一日平安返回家园,请记起美狄亚的名字;
οὔνομα Μηδείης· ὧς δʼ αὖτʼ ἐγὼ ἀμφὶς ἐόντος
而当你在远方之时,
μνήσομαι.2 εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιν
我亦同样会记挂着你。 请你诚恳地告诉我:你的府邸在何方,
δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις·
如今你又将从这里乘舟渡海往何处而去?
ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο,
你会抵达富庶的奥尔戈墨诺斯附近,
ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην,
还是靠近埃埃亚岛?
ἥντινα τήνδʼ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν
又请告诉我你所提及的那位名扬四方的少女——帕西法埃所生之女,
Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο.’
她与我的父亲乃是同族。”
ὧς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρηςοὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα·
她这般说道;面对少女的眼泪,致命的爱神亦悄然潜入伊阿宋的心头,他于是回应说道:
‘καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτʼ ἦμαρ
“我深信,一旦逃脱死劫,
σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε
只要我当真平安无恙地逃归阿开亚之地,
φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τινʼ ἄλλον
而埃埃忒斯不向我们抛出另一场更为险恶的试炼,
Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον.
我便绝不会在黑夜、亦绝不会在白昼将你忘却。
εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην,
倘若你愿知晓我们的故土,我便一一相告;
ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει.
因为我的心正殷切地催促我自己亦这般做。
ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα,
有一方被峻岭环抱的土地,满地牛羊,
πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς
草木丰美;
Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,
伊阿珀托斯之子普罗米修斯便是在那里生下了高贵的丢卡利翁。
ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς
丢卡利翁最先筑建城邑,
ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν.
为不死的神明建立庙宇,并最先统领凡人。
Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν.
周围的居邻称那片土地为海摩尼亚。
ἐν δʼ αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι
我的城邦伊奥尔科斯便坐落其中,
πολλαὶ ναιετάουσιν, ἵνʼ οὐδέ περ οὔνομʼ ἀκοῦσαι
此外更有诸多城邑并立,在那里人们甚至从未听说过埃埃亚岛的名号;
Αἰαίης νήσου·3 Μινύην γε μὲν ὁρμηθέντα,
然而相传,
Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο
埃俄罗斯之子米倪阿斯正是从那里出发,
δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι.
在邻近卡德摩斯人之地建起了奥尔戈墨诺斯城。
ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντʼ ἀγορεύω,
但我何须向你叙说这一切空泛之事——我们的故园,
ἡμετέρους τε δόμους τηλεκλείτην τʼ Ἀριάδνην,
以及米诺斯之女、
κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην
名扬远方的阿里阿德涅,
παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μʼ ἐρεείνεις;
人们曾用这光彩夺目的名字呼唤你所向我探询的那位可爱少女?
αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως
但愿你的父亲能与我们修好,
ἀμφʼ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη.’
恰如昔日米诺斯为了阿里阿德涅而与忒修斯达成和解那般!”
ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν.
他如此说道,以温存的交谈抚慰着她。
τῆς δʼ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι,
然而极度痛苦的忧伤却刺痛了她的心扉,
καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ·
她悲泣着以急切的声音向他说道:
‘Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν.
“在希腊,恪守盟约想必是一桩美德。
Αἰήτης δʼ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας
但埃埃忒斯在世人之中,绝非你所说的那帕西法埃之夫米诺斯那般;
Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδʼ Ἀριάδνῃ
我也绝不敢自比于阿里阿德涅;
ἰσοῦμαι· τῶ μήτι φιλοξενίην ἀγόρευε.
所以请你切莫谈论什么结交客谊之事。
ἀλλʼ οἶον τύνη μὲν ἐμεῦ, ὅτʼ Ἰωλκὸν ἵκηαι,
只要你回到伊奥尔科斯之时,能记挂着我便好;
μνώεο· σεῖο δʼ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων
而我即便违抗父母的心意,亦定会挂念着你……”
- 3.1038μηδέ σε δοῦπος ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω, ἠὲ κυνῶν ὑλακή
动词 ὄρσῃσι 为带有史诗延展词尾 -ῃσι 的不定过去时主动虚拟式第三人称单数,与否定词 μή 连用表达禁止或戒止。主语 δοῦπος 与 ὑλακή 支配宾格代词 σε,并带动词不定式 μεταστρεφθῆναι 作为结果补足成分,构成使役性表达(“切莫让脚步声……促使你转身回顾”)。
- 3.1070ὧς δʼ αὖτʼ ἐγὼ ἀμφὶς ἐόντος μνήσομαι
阳性属格单数分词句 ἀμφὶς ἐόντος 与动词 μνήσομαι 所支配的省略人称代词(σεῦ)在性、数、格上保持一致。它既作为记忆动作的宾语对象,同时又兼具伴随/时间分词的功能,指出空间相隔的境况(“当你远隔异处之时”)。
- 3.1092ἵνʼ οὐδέ περ οὔνομʼ ἀκοῦσαι Αἰαίης νήσου
不定式 ἀκοῦσαι 作非人称用法,承前省略了表达可能性的谓语(如 ἔστι 或 πάρεστι),意为“在那里甚至无法听到……”。在关系副词 ἵνα 引导的定语从句中,宾格名词 οὔνομα 充当不定式的直接宾语。
