← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§3.807-3.887

美狄亚携普罗米修斯秘药前往神庙

美狄亚打消了自尽的念头并重忆生命的欢愉,拂晓时分备好普罗米修斯的秘药,宛若阿耳忒弥斯驱车般率侍女前往赫卡忒神庙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
807

φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο.1

她正急于挑选摧残生命的毒药,好服下它。

ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο,

薄命之人啊,她甚至已经解开了匣子的绳结,

ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω

渴望将它们取出来。然而,

810

δεῖμʼ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθʼ Ἀίδαο.

对可怖冥府的致命畏惧骤然涌上心头。

ἔσχετο δʼ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι

她无言地伫立了许久,

θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο.

生命中一切令人心悦的挂念皆浮现在她眼前。

μνήσατο μὲν τερπνῶν, ὅσʼ ἐνὶ ζωοῖσι πέλονται,

她想起了生者中所拥有的一切欢愉,

μνήσαθʼ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη·

像少女那样想起了那些带来欢欣的同龄伙伴;

815

καί τέ οἱ ἠέλιος γλυκίων γένετʼ εἰσοράασθαι,

若是真切地在心中细细思量每样事物,

ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθʼ ἕκαστα.2

仰望阳光于她而言也变得比以往更为甘美。

καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων,

于是,在赫拉的指引下,她回心转意,

Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδʼ ἔτι βουλὰς

又将匣子从膝上放下,心意不再向别处动摇;

ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δʼ αἶψα φανῆναι

她只盼着升起的曙光能飞快显现,

820

ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη

好让她依约将施咒的魔药交付给他,

φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν.

并与他当面相会。

πυκνὰ δʼ ἀνὰ κληῖδας ἑῶν λύεσκε θυράων,

她频繁地拨开门闩,探看晨曦的光芒;

αἴγλην σκεπτομένη· τῇ δʼ ἀσπάσιον βάλε φέγγος

而黎明女神终于向她洒下令人欣喜的光辉,

Ἠριγενής, κίνυντο δʼ ἀνὰ πτολίεθρον ἕκαστοι.

城邦中的人们也各自走动起来。

825

ἔνθα κασιγνήτους μὲν ἔτʼ αὐτόθι μεῖναι ἀνώγει

此时阿尔戈斯嘱咐兄弟们仍留在原地,

Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·

好探明少女的心意与计谋;

αὐτὸς δʼ αὖτʼ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς.

他自己则先行离去,返回船只。

ἡ δʼ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ

当少女初次见到破晓的晨光,

παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας,

便用双手挽起因疏于打理而散乱垂落的金发,

830

αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο,

擦拭干涩的脸颊;

αὐσταλέας δʼ ἔψησε παρηίδας· αὐτὰρ ἀλοιφῇ

随后她用芳香的膏油涂抹肌肤,

νεκταρέῃ φαιδρύνετʼ ἐπὶ χρόα· δῦνε δὲ πέπλον

使其焕发光彩;

καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν·ἀμβροσίῳ δʼ ἐφύπερθε καρήατι βάλλε καλύπτρην

穿上一件由弯曲精致的搭扣扣合的华丽长袍;

835

ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα

又在绝美的头颅上披上一袭银白的头纱。她就在宫室内徘徊漫步,

στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν

踏着地面,浑然忘却了眼前无边的灾祸,

θεσπέσιʼ, ἄλλα τʼ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω.

以及日后注定还要滋生的更多痛苦。

κέκλετο δʼ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι

她唤来侍女们——十二名与她同龄、

ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο

尚未婚配的少女,

840

ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι,ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,

平日皆住在她那芬芳内室的前殿中——命她们迅速将骡子套在车上,

οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν.

好将她送往赫卡忒那座华美的神庙。

ἔνθʼ αὖτʼ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην·

于是侍女们前去准备车辆;与此同时,

ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο

她从凹陷的匣中取出了一剂魔药,

845

φάρμακον, ὅ ῥά τέ φασι Προμήθειον καλέεσθαι.

人们称之为普罗米修斯之药。

τῷ εἴ κʼ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν

若有人在夜间的祭礼中取悦那位独生的少女女神,

κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο,

并用此药润湿身躯,

ἦ τʼ ἂν ὅγʼ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν,3

那么他既不会被青铜的劈砍所伤,

οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι· ἀλλὰ καὶ ἀλκῇ

亦不会向熊熊烈火屈服;反而在那一日,

850

λωίτερος κεῖνʼ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο.

他将在英勇与力量上皆胜人一筹。

πρωτοφυὲς τόγʼ ἀνέσχε καταστάξαντος ἔραζε

这株草药最初萌发于高加索的山崖之上,

αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν

是由那只嗜食生肉的巨鹰滴落大地、

αἱματόεντʼ ἰχῶρα Προμηθῆος μογεροῖο.

来自受难的普罗米修斯的血色神液所化。

τοῦ δʼ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν

它的花朵破土生出约一肘之高,

855

χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη,

由两株茎秆托起,

καυλοῖσιν διδύμοισιν ἐπήορον· ἡ δʼ ἐνὶ γαίῃ

色泽如科律基翁的藏红花;而在泥土之中,

σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα.

它的根茎犹如新割开的鲜肉。

τῆς οἵην τʼ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ

如同山中山毛榉黑色的汁液一般,

Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι,ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν,

她将这根的汁液采集在一只里海海螺壳中用于施法;

ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα,

此前她曾在七道奔流不息的泉水中沐浴,

Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν,

并在幽暗的夜色中身披黑袍,七次呼唤养育少年的布里摩,

λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν.

那夜行地下的神明、幽冥的主宰。

μυκηθμῷ δʼ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα,

当这株泰坦神草的根被割断时,

865

ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δʼ αὐτὸς

幽暗的大地在下方的轰鸣中震颤,

Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων.

伊阿珀托斯之子本人亦因剧痛神魂错乱而痛苦呻吟。

τό ῥʼ ἥγʼ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ,

她取出了这剂魔药,

ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο.

藏入系在美丽胸前的芬芳胸带之中。

ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατʼ ἀπήνης·

她走出内室,登上了飞驰的马车;

870

σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν.

两位侍女随她一同登车,分处两侧。

αὐτὴ δʼ ἡνίʼ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην

她右手握住缰绳和精制的马鞭,

δεξιτερῇ, ἔλαεν δὲ διʼ ἄστεος· αἱ δὲ δὴ ἄλλαι

驱车穿行于城中;

ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν,

而其余的侍女们则攀着后方的车架,

τρώχων εὐρεῖαν κατʼ ἀμαξιτόν· ἂν δὲ χιτῶνας

沿着宽阔的车道奔跑,

875

λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον.οἵη δὲ λιαροῖσιν ἐφʼ ὕδασι Παρθενίοιο,

将轻柔的短袍提至白皙的大腿处。

ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο

正如勒托的女儿在帕耳忒尼俄斯河或阿姆尼索斯河温和的水流中沐浴之后,

χρυσείοις Λητωὶς ἐφʼ ἅρμασιν ἑστηυῖα

立于金车之上,

ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας,4

驱策迅疾的幼鹿越过山丘,

880

τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης·

从远方前去接受飘溢油脂香气的百牲祭;

τῇ δʼ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπʼ αὐτῆς

女仙伴侣们相随在她身侧,

ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι

有的聚自阿姆尼索斯泉畔,

ἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ θῆρες

有的则聚自树林与众水汇聚的山峰;

κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν·

周遭的野兽在她经过时低吟摇尾、战栗敬畏;

885

ὧς αἵγʼ ἐσσεύοντο διʼ ἄστεος· ἀμφὶ δὲ λαοὶ

她们亦是这般疾行穿过城邦;

εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης.

周遭的民众纷纷让路,避开王族少女的目光。

αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπʼ ἀγυιάς,

然而,当她离开了城中筑造精良的街道……

语法注4 条
  1. 3.807φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο.

    不定词 λέξασθαι 承接前一语段末尾的 ἵετο δʼ ἥγε 作为其补足成分。连接词 τόφρα 本义为副词或时间连词“在此期间”,此处如同 ὄφρα 作目的连词使用(“以便吞服”),后接用于过去历史语境目的从句的祈愿式动词 πάσαιτο。

  2. 3.816εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθʼ ἕκαστα

    带有未完成过去时直陈式 ἐπεμαίεθʼ 的条件从句,并非表与过去事实相反的虚拟条件句,而是作为限定性评述插入:“如果她确实在心中细细思量每样事物”,以此衬托前句中太阳变得比以往更为甘美的心理变化。

  3. 3.846τῷ εἴ κʼ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν / κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο, / ἦ τʼ ἂν ὅγʼ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν

    史诗中常见的潜在条件句结构:条件从句使用 εἴ κε(即 εἰ ἄν)搭配祈愿式 ἰκμαίνοιτο,主句以 ἦ τʼ ἄν 搭配祈愿式 ἔοι 及 πέλοιτο 相呼应。句首的与格 τῷ 为工具格(“借此”),跨过分词 ἀρεσσάμενος 支配主要动词 ἰκμαίνοιτο。

  4. 3.876οἵη δὲ ... / ... διεξελάσῃσι κολώνας

    荷马史诗以来的典型史诗比喻句式。由关系形容词 οἵη 引导,其谓语动词采用不带 ἄν / κε 的史诗虚拟式 διεξελάσῃσι(用于明喻中表示恒常行动的泛指虚拟式),与后文叙事主句 ὧς αἵγʼ ἐσσεύοντο διʼ ἄστεος 遥相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.807-3.887