- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.735-3.806
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡尔喀俄佩离去后,美狄亚在寂静的黑夜中彻夜难眠,在对伊阿宋的爱慕与对父亲的背叛之间痛苦挣扎;在相助与赴死之间摇摆之后,她为免遭世人非议决意自尽,并取出了存放毒药的匣子。
νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον.
将幼小的我抱在怀中,正如我往昔总从母亲那里听闻的那样。
ἀλλʼ ἴθι, κεῦθε δʼ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας
但去吧,请将我的恩惠严守于沉默之中,
λήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηὸν
好让我能在筹备诺言之时瞒过父母;
οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων.’
清晨我便会带着平息雄牛的魔药前往赫卡忒的神庙。”
ὧς ἥγʼ ἐκ θαλάμοιο πάλιν κίε, παισί τʼ ἀρωγὴν
她遂转身走出内室,
αὐτοκασιγνήτης διεπέφραδε. τὴν δέ μιν αὖτις
将亲姐妹答应相助之事告知了自己的儿子们。然而,
αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν,
当美狄亚再次独处时,背着父亲为一个男子策划这等事情的羞耻与可怖的畏惧,
τοῖα παρὲξ οὗ πατρὸς ἐπʼ ἀνέρι μητιάασθαι.
重新攫住了她。
νὺξ μὲν ἔπειτʼ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δʼ ἐνὶ πόντῳ
随后,黑夜将昏暗笼罩在大地之上;
ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνοςἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης
海上的水手们自船上仰望着大熊座与猎户座的群星;
ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων
此刻行路人与守门人皆渴望着沉睡;
μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμʼ ἐκάλυπτεν·
深沉的睡意亦笼罩着丧子的母亲;
οὐδὲ κυνῶν ὑλακὴ ἔτʼ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν
城中再无犬吠之声,亦无喧闹的嘈杂;
ἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην.
寂静主宰着那愈发漆黑的昏夜。
ἀλλὰ μάλʼ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος.
然而甜蜜的睡眠却丝毫没有降临在美狄亚身上。
πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματʼ ἔγειρεν
因为对埃宋之子的渴望唤起了诸多忧虑,
δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν
令她无法成眠;她惧怕雄牛强大的力量,
φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος.
他在阿瑞斯的荒地上注定要因它们而悲惨地丧命。
πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν,
她的心在胸膛深处频繁地狂跳,
ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγληὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι
正如日光从刚倾倒入釜锅或水桶中的水中折射而出、
ἠέ που ἐν γαυλῷ κέχυται· ἡ δʼ ἔνθα καὶ ἔνθα
在室内晃动一般,忽东忽西,
ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα·
在急速的旋折中颤动飞掠;
ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης.
少女胸中的心脏亦是这般剧烈震颤。
δάκρυ δʼ ἀπʼ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δʼ αἰεὶ
因着怜悯,泪水自她眼中滑落;而内里,
τεῖρʼ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τʼ ἀραιὰςἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις,
痛苦穿透肌肤不断灼烧,沿着细微的筋络,
ἔνθʼ ἀλεγεινότατον δύνει ἄχος, ὁππότʼ ἀνίας
直达颈项最底部的后脑深处——每当不知疲倦的众厄洛斯将苦痛刺入心田时,
ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες.
最难忍的剧痛便在此处钻入。
φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων
她时而决意将平息雄牛的魔药交予他,
δωσέμεν, ἄλλοτε δʼ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή·1
时而又决意绝不交付,自己亦一同毁灭;
αὐτίκα δʼ οὔτʼ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν,
旋即又决意自己既不赴死,亦不交付魔药,
ἀλλʼ αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην.
而只是这般静静地忍受自身的毁灭。
ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε·
随后她坐了下来,犹疑不决,开口说道:
‘δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι;2
“悲惨的我啊,如今在这诸般灾祸之中,我该转向何方?
πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι· οὐδέ τις ἀλκὴ
我的心智在各处皆束手无策;对于这场苦难毫无防备之力,
πήματος· ἀλλʼ αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε
它只是这般持续燃烧。
Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι,
但愿我此前就已被阿耳忒弥斯迅疾的箭矢击倒,
πρὶν τόνγʼ εἰσιδέειν, πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι
在见到他之前,
Χαλκιόπης υἷας. τοὺς μὲν θεὸς ἤ τις Ἐρινὺς
在卡尔喀俄佩的儿子们抵达阿开亚土地之前!
ἄμμι πολυκλαύτους δεῦρʼ ἤγαγε κεῖθεν ἀνίας.
必是某位神明或复仇女神将他们自彼处作为我们多泪的灾祸引到了这里。
φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι
若在荒地中丧命乃是他的命运,
μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας
便让他在竞技中灭亡吧!因为我若谋划魔药,
φάρμακα μησαμένη; ποῖον δʼ ἐπὶ μῦθον ἐνίψω;
又怎能瞒过我的父母?我该说出怎样的言语?
τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετʼ ἀρωγῆς;
又会有怎样的诡计、怎样的隐秘机巧施以援手?
ἦ μιν ἄνευθʼ ἑτάρων προσπτύξομαι οἶον ἰδοῦσα;
难道我要避开他的同伴,在见到他独处时上前搭话?
δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης
薄命之人啊!然而我绝不指望即便他死去了,
λωφήσειν ἀχέων· τότε δʼ ἂν κακὸν ἄμμι πέλοιτο,
我便能从痛苦中解脱;当他被剥夺生命之时,
κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς,
灾祸便会降临在我们身上。让羞耻滚开吧,
ἐρρέτω ἀγλαΐη· ὁ δʼ ἐμῇ ἰότητι σαωθεὶς
让荣名滚开吧!愿他在我的心愿下保全无恙,
ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο.
前往他心中所愿之处。
αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτʼ ἐξανύσειεν ἄεθλον,
至于我自己,就在他完成竞技的那一天死去吧,
τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ,
或是将脖颈悬挂于梁木之上,
ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ.
或是服下摧残生命的剧毒魔药。
ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω
然而即便我这般死去,
κερτομίας· τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει
人们日后仍会对我报以讥讽的嘲弄;整座城邦将四处传扬我的命运;
πότμον ἐμόν·3 καί κέν με διὰ στόματος φορέουσαι
科尔喀斯的妇人们亦将辗转相传,
Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται·
在口舌中以此丑事羞辱我:
ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο
‘那个如此挂念异乡男子而死去的女人,
κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας,
那个屈服于狂乱情欲、
μαργοσύνῃ εἴξασα. τί δʼ οὐκ ἐμὸν ἔσσεται αἶσχος;
羞辱了门户与生身父母的女人。’哪一样耻辱将不属于我?
ᾤ μοι ἐμῆς ἄτης. ἦ τʼ ἂν πολὺ κέρδιον εἴη
哀哉我的沉沦!
τῇδʼ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν
在犯下这些毁灭性且不可名状的罪愆之前,
πότμῳ ἀνωίστῳ, κάκʼ ἐλέγχεα πάντα φυγοῦσαν,
若能在这同一个夜晚因猝然的命运死于内室之中,
πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι.’
逃脱一切恶毒的责难,岂非要有益得多!”
ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ
她说罢,便去取那只匣子,
φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήριʼ, ἔκειτο.
里面存放着她的许多魔药,有些是良药,有些是致命毒药。
ἐνθεμένη δʼ ἐπὶ γούνατʼ ὀδύρετο. δεῦε δὲ κόλπους
她将匣子置于膝上,哀声哭泣。她不断用泪水浸湿胸口,
ἄλληκτον δακρύοισι, τὰ δʼ ἔρρεεν ἀσταγὲς αὔτως,
当她凄惨地哀叹自己的命运时,
αἴνʼ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δʼ ἥγε
泪水如决堤般倾泻而下。而她正急于……
- 3.766φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων / δωσέμεν, ἄλλοτε δʼ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή·
动词 φημί(此处为 φῆ)并非表示对外言说,而是表达内心思量或决意(“她心想/决意……”)。由于不定式的逻辑主语与主句主语一致,伴随不定过去时不定式 καταφθίσθαι 的代词采用主格 αὐτή(主格不定式结构),意为“自己亦一同毁灭”。下一行中 αὐτίκα δʼ οὔτʼ αὐτὴ θανέειν 亦同此结构,主格 αὐτή 与不定式 θανέειν 连用。
- 3.771νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι;
虚拟语气 γένωμαι 属于表达犹豫与困惑的商量性虚拟语气(deliberative subjunctive)。部分属格 κακῶν 修饰被引申作隐喻的空间副词 ἔνθα... ἢ ἔνθα(“在这边……还是在那边”),整体构成进退维谷的反问:“如今在这诸般灾祸之中,我该转向何方?”
- 3.792τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει / πότμον ἐμόν
介词 περί 与动词 βοήσει 构成词隔(tmesis),相当于复合动词 περιβοήσει(“四处高呼/传扬……”),支配宾格 πότμον ἐμόν 作为直接宾语(亦可将 περί 作副词修饰 πᾶσα,而 βοάω 作及物动词支配宾格)。无论何种解法,皆指她的命运将在整座城邦中被大肆传扬。
