- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.74-3.145
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塞浦路斯女神勉强接受了赫拉与雅典娜的请求,随后寻获正与伽倪墨得斯掷骰玩耍的儿子厄洛斯,以答应赠予一件华美的宝球为诱饵,命他以爱火射击美狄亚令其迷恋伊阿宋。
τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην
因此,他由我承受着无休无止的敬爱;若非你赐予他归程,
τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις.’
珀利阿斯也绝不会为自己的侮慢付出代价。”
ὧς ηὔδα· Κύπριν δʼ ἐνεοστασίη λάβε μύθων.
她这般说;塞浦路斯女神闻听此言,惊异得哑口无言。
ἅζετο δʼ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα,
她看见赫拉向自己恳求,心中肃然起敬,随后便以温和的话语对她说道:
καί μιν ἔπειτʼ ἀγανοῖσι προσέννεπεν ἥγʼ ἐπέεσσιν·
“尊贵的女神啊,
‘πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο1
若是对于你所希求的言语或这双孱弱之手所能做成的劳作,
Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω
我竟胆敢轻忽,
ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν
那么世上便再没有比塞浦路斯女神更卑劣的了;
ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.’
我也绝不求任何回报。”
ὧς ἔφαθʼ· Ἥρη δʼ αὖτις ἐπιφραδέως ἀγόρευσεν·
她这般说;赫拉再次深思熟虑地对她说道:
‘οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν.
“我们来此绝非需要武力或双手之力。
ἀλλʼ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ
你只需静静地唤来你的儿子,
παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο.
命他用对埃宋之子的渴望去魅惑埃厄忒斯的处女之女。
εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα,
因为若她心怀好意与他同心协力,
ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω
我想他定能轻易夺得金羊毛,
νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.’
返回伊俄尔科斯,因为她天生诡计多端。”
ὧς ἄρʼ ἔφη· Κύπρις δὲ μετʼ ἀμφοτέρῃσιν ἔειπεν·
她这般说;塞浦路斯女神当着两人的面说道:
‘Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα,
“赫拉与雅典娜,他听从你们的话远胜过听我的。
ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι
因为他纵然不知羞耻,
τυτθή γʼ αἰδὼς ἔσσετʼ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο
眼中对你们尚有一丝敬畏;至于对我,他却毫不顾忌,
οὐκ ὄθεται, μάλα δʼ αἰὲν ἐριδμαίνων ἀθερίζει.
总是争吵不休,对我视若无睹。
καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι,αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς
确实,在他屡屡作恶之下,我曾满腔怒火,
ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς,
当面要将他那刺耳的箭簇连同弓身一同折断。因为他恼怒之下竟如此威胁:
εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει,2
若趁他还能克制怒气之时,
ἕξω ἐμάς, μετέπειτά γʼ ἀτεμβοίμην ἑοῖ αὐτῇ.’3
我不把手放远些,日后便要自食其果。”
ὧς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην
她这般说;
ἀλλήλαις. ἡ δʼ αὖτις ἀκηχεμένη προσέειπεν·
两位女神相视而笑。她又忧伤地说道:
‘ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ
“我的苦恼在别人看来只是笑柄;
μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή.
我也不必向所有人倾诉这一切;我自己知道便已足够。
νῦν δʼ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν,
如今既然此事深得你们两人之心,
πειρήσω, καί μιν μειλίξομαι, οὐδʼ ἀπιθήσει.’
我自当一试,去抚慰他,他也不会违逆。”
ὧς φάτο· τὴν δʼ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός,
她这般说;赫拉握住她纤柔的手,微微一笑,回答道:
ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν·
“库忒瑞亚啊,
‘οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις,
就照你所说,立刻去办妥此事吧;
ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδʼ ἐρίδαινε
不要发怒,更莫要因恼怒而与你的儿子争执;
χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω.’
他日后自会收敛。”
ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δʼ Ἀθήνη·
她说罢,便离开了座椅;雅典娜伴随着她;
ἐκ δʼ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ
两人一同返身离去。
βῆ ῥ̓ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι.
塞浦路斯女神自己也动身穿过奥林匹斯的重重褶皱,看能否将他寻获。
εὗρε δὲ τόνγʼ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ,
她在宙斯茂盛的果园中,在偏僻之处找到了他,
οὐκ οἶον, μετὰ καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς
他并非独身一人,
οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν,
而是与伽倪墨得斯在一起——宙斯当年因爱慕其俊美,
κάλλεος ἱμερθείς. ἀμφʼ ἀστραγάλοισι δὲ τώγε
将他安置在天上与不朽的众神同居。两人正像同龄的少年那样,
χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο.
玩着金色的骰子。
καί ῥ̓ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ4
贪婪的厄洛斯已将左手掌心里填得满满的,
μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν,ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς
抱在胸口下,笔直地站立着;
χροιῇ θάλλεν ἔρευθος. ὁ δʼ ἐγγύθεν ὀκλαδὸν ἧστο
甜美的红晕在他面颊的肌肤上艳丽地泛起。而另一人则蹲坐在附近,
σῖγα κατηφιόων· δοιὼ δʼ ἔχεν, ἄλλον ἔτʼ αὔτως
沉默而沮丧;他只剩下两枚骰子,一枚接一枚地胡乱抛掷出去,
ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι.
对那大声狂笑的对手愤恨不已。
καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας
他随即把这两枚骰子也输在了先前的那些之后,
βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδʼ ἐνόησεν
便两手空空、无可奈何地走开,
Κύπριν ἐπιπλομένην. ἡ δʼ ἀντίη ἵστατο παιδός,
甚至未发觉塞浦路斯女神的临近。她迎面立在儿子跟前,
καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν·
随即托住他的下巴说道:
‘τίπτʼ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως
“你为何暗笑,这无可救药的恶童?难道你就这般欺瞒他,
ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα;
不正当地战胜了这懵懂无知的孩子吗?
εἰ δʼ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω·
来吧,请欣然为我办妥我要告诉你的事;
καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμακεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια
我便将宙斯那件绝美的玩物赐予你——那是当年他在伊达山的山洞中还是个嬉戏的婴孩时,
ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο
亲爱的乳母阿德剌斯忒亚为他做的一只滚圆的球,
χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον.
你绝不可能从赫淮斯托斯的手中得到比这更精美的赠礼。
χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δʼ ἑκάστῳ
它的轮环由黄金制成,
διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται·
每一环周围都环绕着重叠的圆形圆弧;
κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δʼ ἐπιδέδρομε πάσαις
接缝全被隐藏起来;
κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο,5
一道深蓝色的螺旋纹横贯所有接缝。若是你用双手将它掷出,
ἀστὴρ ὥς, φλεγέθοντα διʼ ἠέρος ὁλκὸν ἵησιν.
它便宛如一颗星辰,在空中划出一道燃烧的光轨。
τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο
我将把它赐予你;而你当射出飞箭,
θέλξον ὀιστεύσας ἐπʼ Ἰήσονι· μηδέ τις ἔστω
以对伊阿宋的爱恋魅惑埃厄忒斯的处女之女;
ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.’
切莫有片刻迟延。否则,这份恩惠便要减损了。”
ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι.
她这般说;那倾听的儿子闻言心中欣喜万分。
- 3.79μή τοί τι κακώτερον ἄλλο πέλοιτο
带有否定词 μή 的希求法动词 πέλοιτο 构成了自我诅咒式(强烈誓言)的表达:“如果我竟敢无视……愿世上没有比塞浦路斯女神更卑劣的了”。
- 3.98ἕως ἔτι θυμὸν ἐρύκει
连词 ἕως 与现在时直陈式连用,意为“当……之时 / 趁着……”。此处转述厄洛斯的原话(“趁着我还在克制怒火,把你的手拿开”),主语为厄洛斯本人。
- 3.99μετέπειτά γʼ ἀτεμβοίμην ἑοῖ αὐτῇ
间接引语中表示威胁的条件句归结句,使用不带 ἄν 的潜在希求法。代词 ἑοῖ αὐτῇ 为第三人称反身与格代词(此处用于第一人称),指代母亲塞浦路斯女神(“否则我日后必将自食其果 / 责怪自己”)。
- 3.119ᾧ ὑπὸ μαζῷ
物主形容词 ὅς(他自己的)的与格 ᾧ 与介词短语 ὑπὸ μαζῷ 搭配,意为“在他自己的胸下”。后文的 λαιῆς... χειρὸς ἀγοστόν(左手掌心)作为动词 ὑποΐσχανε 的直接宾语。
- 3.140ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο
条件从句使用了表示将来假设的希求法 βάλοιο(“若你掷出它”),而主句动词 ἵησιν 却使用直陈式现在时,以格言/特征现在时表达该宝球固有、必然展现的特质。
