- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.146-3.218
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
厄洛斯得到母亲的誓言后,带上弓箭从天界降临人间。与此同时,伊阿宋向聚集在船上的阿尔戈英雄们提议先以言语与埃厄忒斯交涉,随后率领使团穿过科尔喀斯人奇特的树葬平原,在赫拉降下的浓雾掩护下抵达王宫。
μείλια δʼ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος
于是他把所有赢来的战利品丢弃在一旁,
νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς.
双手不停地从这边和那边紧紧抓住女神的宽外袍。
λίσσετο δʼ αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δʼ ἀγανοῖσιν
他恳求立刻把那东西交付给他;然而她用温柔的言辞安抚他,将他的面颊拉近,
ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς,
搂住并亲吻了他,微笑着回答道:
κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα·
“现在让你这可爱的头颅和我自己的头颅作证:
‘ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδʼ ἐμὸν αὐτῆς,1ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδʼ ἀπατήσω,
若你把飞箭射入埃厄忒斯的女儿心中,
εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο.’
我必定赐给你那件礼物,决不欺骗你。”
φῆ· ὁ δʼ ἄρʼ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ
她说罢,他便把那些骰子聚拢起来,
μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ.
仔细点清所有的数目,丢入母亲明亮的怀中。
αὐτίκα δʼ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ
随即他用金色的束带系上倚在树干边的箭筒,
πρέμνῳ κεκλιμένην· ἀνὰ δʼ ἀγκύλον εἵλετο τόξον.
拿起了那张弯曲的弓。
βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν.
他穿过宙斯的宫殿,穿过那硕果累累的果园。
αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο
随后他走出了奥林匹斯的苍天之门;
αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος
从那里有一条通往人间的下行之路;
οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα
两根天轴支撑着高耸山峦的绝顶,
οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τʼ ἀερθεὶς
那是大地的巅顶,
ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν.
升起的太阳从那里用初升的光芒染红一切。
νειόθι δʼ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τʼ ἀνδρῶν
在下方,当他穿行于浩瀚的虚空时,
φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δʼ αὖτε
时而显露出养育生灵的大地与凡人的城池,以及江河的神圣激流,
ἄκριες, ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι.2
时而又显现出山峦的峰峦,周围则是汪洋大海。
ἥρωες δʼ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς
此时,英雄们远离彼处,
ἐν ποταμῷ καθʼ ἕλος λελοχημένοι ἠγορόωντο.
聚在隐藏于河流沼泽中的战船的坐板上商议。
αὐτὸς δʼ Αἰσονίδης μετεφώνεεν· οἱ δʼ ὑπάκουον
埃宋之子亲自发言;他们坐在各自的座位上,依次静静地倾听:
ἠρέμας ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες·‘ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ
“朋友们,我将说出我认为最好的策略;
ἐξερέω· τοῦ δʼ ὔμμι τέλος κρηῆναι ἔοικεν.
而将其付诸实施,理当是你们的职责。
ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν
因为需求是共有的,言论对于所有人也是共同的;
πᾶσιν ὁμῶς· ὁ δὲ σῖγα νόον βουλήν τʼ ἀπερύκων
谁若默默隐瞒自己的心意与谋划,
ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας.3
当知正是他一人剥夺了这支队伍的归程。
ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθʼ ἕκηλοι·
其余的人请带好铠甲,安心留在船上;
αὐτὰρ ἐγὼν ἐς δώματʼ ἐλεύσομαι Αἰήταο,
我将前往埃厄忒斯的宫殿,
υἷας ἑλὼν Φρίξοιο δύω δʼ ἐπὶ τοῖσιν ἑταίρους.
带上弗里克索斯的儿子们,以及另外两位同伴。
πειρήσω δʼ ἐπέεσσι παροίτερον ἀντιβολήσας,
我将首先与他会面,用言语试探,
εἴ κʼ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι,
看他是否愿出于情谊赐予金羊毛,
ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει.
抑或不肯,反而自恃武力蔑视我们这群造访者。
ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες
因为我们若能先从他本人身上洞察其恶意,
φρασσόμεθʼ, εἴτʼ ἄρηι συνοισόμεθʼ εἴτε τις ἄλλη
便可共同商议是该在战争中交锋,
μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς.
还是在避免战事的同时,另有计谋作为依仗。
μηδʼ αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι,
我们绝不要在言语试探之前,
τόνδʼ ἀπαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθεν
就单纯凭借武力去强夺他的财物。
λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας.
事前先以言辞去抚慰他,这才是上策。
πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειεν
往往言语能轻易办妥刚勇之力难以企及之事,
ἠνορέη, τόδʼ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει
恰到好处地平息怒气,
πρηΰνας. ὁ δὲ καί ποτʼ ἀμύμονα Φρίξον ἔδεκτο
顺遂所需。 因为昔日他也曾接纳了无可指摘的弗里克索斯,
μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς.
当时弗里克索斯正是为了逃避继母的诡计与生父的祭献;
πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν,
因为任何人,纵使是世间最无耻之徒,
ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδʼ ἀλεγίζει.’
处处都敬畏并尊崇款待宾客之神宙斯的法则。”
ὧς φάτʼ· ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο
他这般说;所有的年轻人们异口同声地赞许埃宋之子的提议,
πασσυδίῃ, οὐδʼ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι.
没有一人另作主张。
καὶ τότʼ ἄρʼ υἱῆας Φρίξου Τελαμῶνά θʼ ἕπεσθαιὦρσε καὶ Αὐγείην· αὐτὸς δʼ ἕλεν Ἑρμείαο
于是他唤起弗里克索斯的儿子们,以及忒拉蒙和奥革阿斯随行;
σκῆπτρον· ἄφαρ δʼ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ
他自己拿起了赫耳墨斯的使节杖。 他们随即从船上越过芦苇与水面,
χέρσονδʼ ἐξαπέβησαν ἐπὶ θρῳσμοῦ πεδίοιο.
登上了平原高坡的陆地。
Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ
这片地方大约被称为喀耳刻平原;那里成排地生长着
ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν,τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται
许多白杨与柳树,在它们的最高处枝头,
δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν
死者被绳索捆绑悬挂着。 因为直至今日,在科尔喀斯人看来,
ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδʼ ἐνὶ γαίῃ
用火焚烧死去的男子仍是一种不可饶恕的罪孽;
ἔστι θέμις στείλαντας ὕπερθʼ ἐπὶ σῆμα χέεσθαι,
将他们埋入土中并在上方堆起坟冢,也是违背礼法的,
ἀλλʼ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις
他们乃是将死者裹在未经鞣制的生牛皮中,
δενδρέων ἐξάπτειν4 ἑκὰς ἄστεος. ἠέρι δʼ ἴσην
悬挂在远离城镇的树上。
καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν
然而大地也与空气平分秋色,因为他们将
θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται.
女子埋葬于泥土中;这正是早已立下的规矩法则。
τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα
当他们前行之时,赫拉心怀善意,
ἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος, ὄφρα λάθοιεν
在城中降下一片浓雾,
Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες.
使他们前往埃厄忒斯宫殿的途中不致被科尔喀斯无数的民众察觉。
ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντο
当他们迅速从平原抵达埃厄忒斯的城邦与殿宇时,
Αἰήτεω, τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη.
赫拉再次驱散了云雾。
ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτος
他们站在前门处,惊叹地望着君王的宅第、
εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους
宽阔的大门,以及沿墙壁成排耸立的柱子;
ἑξείης ἄνεχον· θριγκὸς δʼ ἐφύπερθε δόμοιο
而在殿宇上方,
λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει.
石制的檐壁安放在青铜的三歧雕饰之上。
- 3.151ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδʼ ἐμὸν αὐτῆς
动词 ἴστω(οἶδα 的现在时命令法第三人称单数)构成了誓言的套语表达。字面意思为“愿你亲爱的头颅与我自己的头颅明察此事”,即以此作为发誓时的见证。
- 3.166ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι
ἰόντι 为现在时与格分词(源自 εἶμι),在此充当无明确先行词的“观察者与格”(dativus iudicantis)。它描绘了从奥林匹斯下凡的厄洛斯在穿行浩瀚虚空时的俯瞰视角,意为“对于穿行广漠大气的他而言”。
- 3.174ὁ δὲ σῖγα νόον βουλήν τʼ ἀπερύκων ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας
命令法 ἴστω 与主格不定过去时分词 ἀπούρας(与主语 ὁ... ἀπερύκων 一致)搭配,构成“表认知动词+分词”的标准句式(意为“当自知他已剥夺……”)。属格 νόστου 为剥夺属格,与直接宾语 στόλον 一同作 ἀπούρας 的修饰成分,表示从远征队手中夺走归程。
- 3.204οὐδʼ ἐνὶ γαίῃ ἔστι θέμις στείλαντας ὕπερθʼ ἐπὶ σῆμα χέεσθαι, ἀλλʼ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις δενδρέων ἐξάπτειν
非人称结构 ἔστι θέμις(“合乎法度/礼法”)后接两个不定式短语 σῆμα χέεσθαι 与 ἐξάπτειν。不定式的逻辑主语采用宾格表示:前半句为复数宾格 στείλαντας,而后半句则出现了双数宾格分词 κατειλύσαντε,在句法上同样充当不定式 ἐξάπτειν 的动作主语/施事分词。
