← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§3.1-3.73

向埃拉托祈请与赫拉造访阿佛洛狄忒

诗人呼告埃拉托开启第三卷。赫拉与雅典娜商议协助伊阿宋,并前往拜访阿佛洛狄忒的宅邸,赫拉向其陈述了自己救助伊阿宋的缘由与昔日恩情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε,

来吧,埃拉托,请站立在我身旁告诉我,

ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων

伊阿宋如何因美狄亚的爱慕,

Μηδείης ὑπʼ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν

将羊毛从那里运回了伊俄尔科斯。因为你也分有塞浦路斯女神的职分,

ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις

以你的忧思魅惑未婚的处女;

5

παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομʼ ἀνῆπται.

因此这动人的名字也附着在你身上。

ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν

此时,勇士们藏匿于茂密的芦苇之中,

μίμνον ἀριστῆες λελοχημένοι· αἱ δʼ ἐνόησαν

不被察觉地等待着;

Ἥρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλων

赫拉与雅典娜注意到了他们,

ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι

便离开宙斯本人和其他不朽的神明,

10

βούλευον· πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη·

前往内室商议。赫拉先试探雅典娜道:

‘αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.

“宙斯的女儿啊,现在你先开口,主持这商议吧。

τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες

该当如何?你会谋划出某种计策,

χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο,ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν

使他们能夺取埃厄忒斯的金羊毛运往希腊,

15

μειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς.

还是他们能以温和的话语劝服他?因为他确实狂妄至极。

ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.’

然而,似乎无论如何都不该放弃任何尝试。”

ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν·

她这样说;雅典娜随即回答道:

‘καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,

“赫拉,你坦率地向我询问,

Ἥρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω

而我自己心中也正翻腾着这般思绪。

20

φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει

但我还未想出能助益英雄们心意的此等计谋;

θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς.’

我心中曾反复权衡过诸多计策。”

ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν,

她说罢,两人将目光投在脚前的地上,

ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρη

各自在心中暗自思量。

τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον·

赫拉随即构想出这般计谋,先开口道:

25

‘δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω

“来,我们去找塞浦路斯女神。我们两人前去见她,

παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται

催促她告知自己的儿子,看他是否愿听从劝告,

κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν

用箭射中埃厄忒斯善施巫术的女儿,

θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι.1 τὸν δʼ ἂν ὀίω

魅惑她爱上伊阿宋。我想,

κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.’

凭借她的指引,他定能将羊毛运回希腊。”

30

ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,

她这般说;这周密的智谋博得了雅典娜的赞同,

καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·

于是她再次以温和的话语回答道:

‘Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,

“赫拉,父亲生下我,却使我不晓得那等箭法,

οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο.

我也不知晓欲望的任何媚术。

εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τʼ ἂν ἔγωγε

但若是这提议深得你心,我自当相随;

35

ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.’

在见到她时,当由你来进言。”

ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντοΚύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,

她说罢,两人便动身前往塞浦路斯女神宏伟的宅邸,

ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.

那是跛足的丈夫最初从宙斯那里迎娶她为妻时为她建造的。

ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιο

她们进入庭院,立于寝殿的门廊下,

40

ἔσταν, ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο.

女神平日便是在那里整理赫淮斯托斯的床榻。

ἀλλʼ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει,νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα

但他清晨已前往漂移之岛开阔深处的铁匠铺与铁砧旁,

δαίδαλα χάλκευεν ῥιπῇ πυρός· ἡ δʼ ἄρα μούνη

在那里他借着烈火的吹拂锻造诸般巧夺天工的器物;

ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων.

而她独自一人坐在屋中正对大门的旋木宝座上。

45

λευκοῖσιν δʼ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις

她的秀发披散在洁白双肩两侧,

κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς

正用一把金梳梳理,刚要编成修长的发辫;

πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα

但见两人来到面前,她便停下手中的活儿,

ἔσχεθεν, εἴσω τέ σφʼ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο,

唤她们进屋,从宝座上起身,

εἷσέ τʼ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ

请她们就座于躺椅上。随后她自己也坐下,

50

ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας.

用手绾起未梳整的秀发。

τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν·

她面带微笑,以甜美的话语对她们说道:

‘Ἠθεῖαι, τίς δεῦρο νόος χρειώ τε κομίζει

“受人尊敬的女神们,经历了如此漫长的岁月,

δηναιὰς αὔτως;2 τί δʼ ἱκάνετον, οὔτι πάρος γε

是什么意图与需要将你们带到此地?你们为何而来?

λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;’

你们本高居众神之上,从前可从未这般频繁造访过啊。”

55

τὴν δʼ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν·

赫拉回答她道:

‘Κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ.

“你在讥讽我们;而我们的心正因灾难而剧烈动荡。

ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει

因为埃宋之子与追随他寻取羊毛的所有其他人,

Αἰσονίδης, ἠδʼ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται.

此刻已将船泊在法西斯河中。

τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν,

既然大功已迫在眉睫,我们确实为他们所有人极度担忧,

60

δείδιμεν ἐκπάγλως, περὶ δʼ Αἰσονίδαο μάλιστα.

但最忧心的莫过于埃宋之子。

τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται

即便他要航行去哈得斯,

λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν,

为深渊中的伊克西翁解开铜链,

ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις,ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας,

只要我肢体中尚有气力,我便定要拯救他,

65

ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν.

免得佩利阿斯逃脱恶运而得意嗤笑——他因傲慢而在祭品中剥夺了我的荣耀。

καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσων

况且在更早之前,伊阿宋便已深得我心,

ἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου

自从他在阿瑙罗斯河汹涌涨水的水口与我相遇,

ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν

那时我正试探人间的善恶正义,

θήρης ἐξανιών· νιφετῷ δʼ ἐπαλύνετο πάντα

而他正从狩猎中归来。

70

οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατʼ αὐτῶν

当时所有的群山和辽远的悬崖都积满大雪,

χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο.

奔腾的激流从山间隆隆翻滚而下。

γρηὶ δέ μʼ εἰσαμένην3 ὀλοφύρατο, καί μʼ ἀναείρας

但他怜悯宛如老妪的我,亲自将我抱到自己肩上,

αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ.

穿过湍急的流水背了过去。”

语法注3 条
  1. 3.26παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται / κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν / θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι

    此处结构由 ὀτρύνω 接不定式 εἰπεῖν,并带有条件/间接疑问从句 αἴ κε πίθηται,而 πίθηται(听从、应允)进一步支配不定式 θέλξαι(“劝说其子,看他是否愿听从……以箭射中使之迷恋”)。θέλξαι 的逻辑主语是厄罗斯,κούρην 为其宾语,ἐπʼ Ἰήσονι 表示情感的指向(“对伊阿宋”)。

  2. 3.53δηναιὰς αὔτως

    δηναιὰς 为阴性宾格复数,作谓语性修饰(修饰暗指的双数宾语或主体),在史诗中复数词尾常用于双数主语,意为“历经如此长久之后”。与副词 αὔτως(“就这样、无端地”)搭配,传达出“暌违如此之久,竟这般突兀前来”的讶异之情。

  3. 3.72γρηὶ δέ μʼ εἰσαμένην

    εἰσαμένην 是动词 εἴδομαι / ἴσκω(相像、幻化为)的中间态不定过去分词阴性单数宾格,修饰代词 μʼ (με)。与与格 γρηὶ 连用,意为“化作老妪模样的我 / 身如老妇的我”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.1-3.73