- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.514-3.588
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
继珀琉斯之后众勇士纷纷挺身自告奋勇,但阿耳戈斯与预言家莫普索斯借助鸽子脱险的吉兆,提议寻求梅狄亚的相助;尽管伊达斯严厉斥责,伊阿宋仍采纳此策并派出阿耳戈斯、将船只移靠陆地,而埃厄忒斯则召开大会密谋彻底剿灭众英雄。
σχήσομʼ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.’
我绝不退缩,因为死亡无非是最严酷的痛苦。”
ὧς ἔφατʼ Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη·
埃阿喀斯之子如此说道;特拉蒙的心中为之一振,
σπερχόμενος δʼ ἀνόρουσε θοῶς· ἐπὶ δὲ τρίτος Ἴδας
急切地一跃而起;第三个站起来的是自视甚高的伊达斯,
ὦρτο μέγα φρονέων, ἐπὶ δʼ υἱέε Τυνδαρέοιο·
随后是廷达瑞俄斯的两个儿子;
σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσιν
还有俄纽斯之子,
ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους
尽管面颊上连初生绒毛般的胡须都尚未绽出,却已列于壮士之列;
ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός.
他的心志便是被这般强大的力量所激扬。
οἱ δʼ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δʼ Ἄργος
而其余之人皆退让并保持沉默。
τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου·
阿耳戈斯立刻对渴望参加竞技的人们说出了这番话:
‘ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον.1 ἀλλά τινʼ οἴω
“朋友们,这确实是最后的手段。但我认为,
μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν.
从我母亲那里会有某种对你们合宜的帮助。
τῶ καί περ μεμαῶτες, ἐρητύοισθʼ ἐνὶ νηὶ
因此,纵使你们急不可耐,
τυτθὸν ἔθʼ, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης
也请如先前那般在船上再克制片刻,
λώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι.
因为等待无论如何都好过草率地自取险恶的命运。
κούρη τις μεγάροισιν ἐνιτρέφετʼ Αἰήταο,
埃厄忒斯的宫殿中抚育着一位少女,
τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι
女神赫卡忒格外传授她调配药剂之术,
φάρμαχʼ, ὅσʼ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ,
凡是大陆与奔流之水所滋养之物皆在其列;
τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετʼ ἀυτμή,
凭借这些,连不知疲倦的烈火之息亦能被平息,
καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας,
喧嚣奔流的江河能立时停滞,
ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους.
繁星与圣洁月亮的轨道亦被束缚。
τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδʼ ἰόντες
我们从宫殿顺着道路来到此处时,
μνησάμεθʼ, εἴ κε δύναιτο,2 κασιγνήτη γεγαυῖα,
便思量起她来,不知我们的母亲身为她的姐妹,
μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ.
是否能说服她前来相助竞技。
εἰ δὲ καὶ αὐτοῖσιν τόδʼ ἐφανδάνει, ἦ τʼ ἂν ἱκοίμην
若是你们自己亦赞同此事,
ἤματι τῷδʼ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο
我定会在今日再次前往埃厄忒斯的宫殿去尝试;
πειρήσων· τάχα δʼ ἂν σὺν δαίμονι πειρηθείην.’
或许在神明的助佑下我能成功。”
ὧς φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες.
他如此说道;而神明怀着善意向他们降下了征兆。
τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς
一只颤抖的鸽子为了躲避苍鹰的凶暴,
ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις·
惊恐地从高处落入埃宋之子的怀中;
κίρκος δʼ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος
苍鹰则跌落在船尾饰物之上。
τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν·
莫普索斯立刻以预言者的身份向众人高声说道:
‘ὔμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται·
“朋友们,此征兆是凭神明的意旨为你们成就的;
οὐδέ πῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον,
除了解读为应当用言语前去拜访那位少女,
παρθενικὴν δʼ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας
以种种巧智谋求她的相助之外,
μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν,εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον
再无更好的解释。我想她不会轻视我们,
πέφραδεν ἔσσεσθαι. κείνης δʼ ὅγε μείλιχος ὄρνιςπότμον ὑπεξήλυξε· κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ
只要菲纽斯真正预言过我们的归程将取决于塞浦路斯的女神。看哪,那女神温顺的飞禽已然逃脱了死运;
τόνδε κατʼ οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο.
正如我的胸中依照这鸟占所预见的那样,愿事情果真如此实现!
ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν,
朋友们,呼求库忒瑞亚女神相助,
ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε.’
此刻便顺从阿耳戈斯的劝告吧。”
Ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς
他如此说道;年轻人回想起菲纽斯的吩咐,
μνησάμενοι· μοῦνος δʼ Ἀφαρήιος ἄνθορεν Ἴδας,
皆表示赞同。唯有阿法瑞俄斯之子伊达斯跳了起来,狂怒地大声喝道:“咄!
δείνʼ ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε·
难道我们来到这里竟成了妇人的同路人,
‘ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδʼ ἔβημεν,οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι,
呼求塞浦路斯女神来作我们的援军,
οὐκέτʼ Ἐνυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας
而不再倚仗厄纽阿利俄斯的伟力了吗?
καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων;
你们看着鸽子和苍鹰就从竞技中退却了吗?
ἔρρετε, μηδʼ ὔμμιν πολεμήια ἔργα μέλοιτο,
滚吧,休要再过问战阵之事,
παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν.’
只管用祈求去哄骗软弱的少女吧!”
ὧς ηὔδα μεμαώς· πολέες δʼ ὁμάδησαν ἑταῖροι
他激愤地说道;许多同伴低声嘟囔,
ἦκα μάλʼ, οὐδʼ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον.
却无一人敢出言反驳。
χωόμενος δʼ ὅγʼ ἔπειτα καθέζετο· τοῖσι δʼ Ἰήσων
随后他满腔怒火地坐了下来;
αὐτίκʼ ἐποτρύνων τὸν ἑὸν νόον ὧδʼ ἀγόρευεν·
伊阿宋则立即振奋起自己的心智,向他们如此说道:
‘Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν,
“既然大家皆赞同此事,
στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο
便让阿耳戈斯从船边出发吧;
ἀμφαδὸν ἤδη πείσματʼ ἀνάψομεν. ἦ γὰρ ἔοικεν
而我们自己如今便公开地将缆绳从河中系到岸上。
μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν.’
因为我们确实不该再因畏惧战吼而长久潜藏了。”
ὧς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι
他如此说道,
καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἱ δʼ ἐπὶ νηὸς
随即派遣阿耳戈斯飞快地再次返回城中;
εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο
他们则依凭埃宋之子的号令起出锚石,
τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.
划桨使船稍稍脱离沼泽,靠向陆地。
αὐτίκα δʼ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων
这时,埃厄忒斯远离自己的宫殿,
νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον,
在他们先前聚会的地方召集了科尔喀斯人的集会,
ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων.
为米纽埃斯人策划难以承受的诡计与灾厄。
στεῦτο δʼ, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται
他声称,
ἄνδρα τόν, ὅς ῥʼ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον,
一旦公牛将应承承担繁重竞技的那人撕成碎片,
δρυμὸν ἀναρρήξας λασίης καθύπερθε κολώνης
他便要伐倒葱郁丘陵上的树林,
αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρʼ ἀλεγεινὴν
连人带船一同焚毁,
ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.
好叫他们为暴虐的图谋吐尽痛苦的狂妄。
οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα
因为他说,
δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων
若非宙斯亲自从天上派遣使者赫耳墨亚斯使之受到亲善的接待,
ξείνων μελιχίῃ τε θεουδείῃ τʼ ἐκέκαστο,
即便是在温厚与敬神方面超越所有客人的埃俄洛斯之子佛里克索斯,
εἰ μή3 οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ ἄγγελον ἧκεν
任凭他如何迫切哀求,
Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν·
自己也绝不会迎入宫中的炉边。
- 3.523ἤτοι μὲν τόδε λοίσθιον
补足系动词ἐστίν的省略,理解为“这确实是最后的手段”。指示代名词τόδε指代前文中众勇士试图仅凭武力承担竞技的举动。
- 3.535μνησάμεθʼ, εἴ κε δύναιτο
连词εἴ(搭配κε)后接希求法δύναιτο,引出含有期待或企图的间接疑问或目的性条件从句:“(思量)她是否能够……”或“寄望于她能够……”。
- 3.584οὐδὲ γὰρ Αἰολίδην Φρίξον... δέχθαι... εἰ μή
不定式δέχθαι在句法上依附于前面的动词στεῦτο(声称、断言),构成间接引语。此处在语境中表达的是与过去事实相反的虚拟条件句(相当于直接引语中的ἂν ἐδέξατο搭配εἰ μή):“[他声称]若非[宙斯遣使],自己绝不会接纳佛里克索斯”。
