← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§3.443-3.513

梅狄亚的情思煎熬与向船员通报试炼

梅狄亚为伊阿宋的风采所倾倒,陷入痛苦与爱意的交织中;走出宫殿后,阿耳戈斯提议借助梅狄亚的巫术,伊阿宋勉强同意。回到船队后伊阿宋通报了国王严苛的试炼,众人皆感绝望,此时珀琉斯挺身而出慷慨陈词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
443

θεσπέσιον δʼ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς

然而在所有人之中,

κάλλεϊ καὶ χαρίτεσσιν· ἐπʼ αὐτῷ δʼ ὄμματα κούρη

埃宋之子以奇妙的美貌与风采显得超群拔萃;

445

λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην,1

少女透过光洁的面纱斜眼注视着他,

κῆρ ἄχεϊ σμύχουσα· νόος δέ οἱ ἠύτʼ ὄνειρος

心中的痛苦在悄悄灼烧;她的神思宛如幻梦,

ἑρπύζων πεπότητο μετʼ ἴχνια νισσομένοιο.

追随着离去者的足迹飘摇而去。

καί ῥʼ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες.

而他们则满怀愁绪地走出了宫殿。

Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο

卡尔喀俄珀提防着埃厄忒斯的怒火,

450

καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει.

急忙同自己的儿子们前往闺房;

αὔτως δʼ αὖ Μήδεια μετέστιχε· πολλὰ δὲ θυμῷ

梅狄亚也同样跟在后面,心中翻腾着无数思绪,

ὥρμαινʼ, ὅσσα τʼ Ἔρωτες ἐποτρύνουσι μέλεσθαι.

皆是爱神们所促使人挂怀的念头。

προπρὸ δʼ ἄρʼ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα,

在她眼前,一切依然历历在目:他是何等模样,

αὐτός θʼ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο,

穿着怎样的衣裳,说了什么话,

455

οἷά τʼ ἔειφʼ, ὥς θʼ ἕζετʼ ἐπὶ θρόνου, ὥς τε θύραζε

如何坐在王座上,又如何走出门外;

ἤιεν· οὐδέ τινʼ ἄλλον ὀίσσατο πορφύρουσα

在她恍惚的思量中,觉得世上再无第二人能像他这般卓越;

ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δʼ αἰὲν ὀρώρει

她的耳畔始终回荡着他的声音,

αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν.

以及他所说过的那些甘美的话语。

τάρβει δʼ ἀμφʼ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸς

她为他感到战栗,唯恐公牛或是埃厄忒斯本人将他害死;

460

Αἰήτης φθίσειεν· ὀδύρετο δʼ ἠύτε πάμπαν

她悲泣哀悼,

ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰς

仿佛他已然死去一般,在极度的怜悯与忧戚中,

δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν·ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον·

娇弱的泪水从她的双颊滑落;她轻轻抽泣着,发出了清晰的哀叹:

‘τίπτε με δειλαίην τόδʼ ἔχει ἄχος; εἴθʼ ὅγε πάντων

“为何这般的悲痛抓住了可怜的我?

465

φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων,

无论他是所有英雄中最出众之人,抑或是较为卑下者,

ἐρρέτω.2 ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι.

要亡便亡吧!然而,但愿他能安然脱险。

ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο,

是的,尊贵的女神、珀耳塞斯的女儿啊,

οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δέ μιν αἶσα

愿这得以实现,愿他逃脱厄运返回故乡;

δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη,

但若他的宿命是被公牛击溃,

470

οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ.’3

也愿他在死前知晓此事——我绝未因他悲惨的厄运而幸灾乐祸!”

ἡ μὲν ἄρʼ ὧς ἐόλητο νόον μελεδήμασι κούρη.

少女便是如此在忧虑中思绪万千。

οἱ δʼ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν

而他们一旦顺着先前从平原走上来的道路走出了城邦与民众之地,

τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο,

阿耳戈斯便以这番话向伊阿宋说道:

δὴ τότʼ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν·

“埃宋之子啊,你或许会轻视我将要说出的计策,

475

‘Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντινʼ ἐνίψω·

但在厄境之中,绝不可放弃任何尝试。

πείρης δʼ οὐ μάλʼ ἔοικε μεθιέμεν ἐν κακότητι.κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο

先前你亲耳听我说过,

φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν.

有一位少女凭借珀耳塞斯之女赫卡忒的传授而精通配制药剂。

τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος

我们若能说服她,

480

ἔσσετʼ ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλʼ αἰνῶς

我想在竞技之中便不再有落败之虞;但我极为忧惧,

δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ.

唯恐我的母亲不愿为我承担此事。

ἔμπης δʼ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων,

即便如此,由于共同的毁灭正悬在我们所有人头顶,

ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθʼ ἧμιν ὄλεθρος.’

我仍要再次前往恳求她。”

Ἴσκεν ἐυφρονέων· ὁ δʼ ἀμείβετο τοῖσδʼ ἐπέεσσιν·

他满怀善意地说道;埃宋之子则以这番话回答他:

485

‘ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω.

“我的好兄弟,若你本人赞同此举,我绝无阻拦之意。

βάσκʼ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις

去吧,赶快前往你母亲那里,用精妙的话语恳求并劝动她;

ὄρνυθι λισσόμενος· μελέη γε μὲν ἧμιν ὄρωρεν

然而,既然我们不得不将归程寄托在妇人身上,

ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν.’

我们的指望委实已变得可悲至极。”

ὧς ἔφατʼ· ὦκα δʼ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι

他如此说道;他们很快便赶回了沼泽地。伙伴们一见到他们归来,

490

γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο·

便满心欢喜地围拢询问;埃宋之子则满面愁容地向他们叙说了经过:

τοῖσιν δʼ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον·

“朋友们,

‘ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ

残忍的埃厄忒斯的心肠对我们已彻底激怒;

ἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ

即便你们逐一询问每一个细节,

οὔτʼ ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο.4

无论对我还是对你们,都不会有什么清晰的转机。

495

φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι

他说有两头青铜蹄足的公牛在阿瑞斯平原上吃草,

ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας.

口中喷吐着烈焰。

τετράγυον δʼ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι·

他命令我用它们耕耘四亩休耕地;

δώσειν δʼ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥʼ ἀνίῃσιν

并且他将赐给取自巨蛇下颚的种子,

γηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δʼ αὐτῷ

那会生出披挂青铜甲胄的地生人;

500

χρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ—οὔτι γὰρ ἄλλο

而我必须在当天将他们尽数斩杀。

βέλτερον ἦν φράσσασθαι—ἀπηλεγέως ὑποέστην.’

这一切——因为再想不出更好的计策——我已当面毫不迟疑地应承了下来。”

ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἀνήνυτος εἴσατʼ ἄεθλος,

他如此说道;而在所有人看来,这桩竞技都是根本无法达成的。

δὴν δʼ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο,

由于灾厄与无助,他们神色沮丧,

ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺςθαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν·

长久地面面相觑、哑口无言;良久之后,珀琉斯方在众勇士中大胆说道:

‘ὥρη μητιάασθαι ὅ κʼ ἔρξομεν. οὐ μὲν ἔολπα

“如今正是谋划该如何行事的时候。

βουλῆς εἶναι ὄνειαρ, ὅσον τʼ ἐπὶ κάρτεϊ χειρῶν.

然而我不相信在谋略之中能有什么助益,比得上双手的勇力。

εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο,

英雄埃宋之子啊,

ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο,

若你如今打算去给埃厄忒斯的公牛套上牛轭,并且决心去承担辛劳,

510

ἦ τʼ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο·5

那么就恪守诺言做好准备吧;

εἰ δʼ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν

但若你的内心对自身的勇气全无把握,

ἠνορέῃ, μήτʼ αὐτὸς ἐπείγεο, μήτε τινʼ ἄλλον

那就既不要亲自贸然前往,

τῶνδʼ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε

也不要坐在一旁眼巴巴地指望这些勇士中的任何人。因为我……”

语法注5 条
  1. 3.444ἐπʼ αὐτῷ δʼ ὄμματα κούρη λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην

    λοξά 是作状语用的副词性宾格,意为“斜睨”、“斜着看”。σχομένη 是中动语态分词,意为“(用手)拉着/按着(面纱)”,与介词短语 παρὰ λιπαρὴν καλύπτρην(透过明净的面纱旁)共同刻画了她掩面窥视、含羞带怨地凝视伊阿宋的情态。

  2. 3.464εἴθʼ ὅγε πάντων φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων, ἐρρέτω

    εἴθʼ... εἴτε...(此处 εἴθʼ 即 εἴτε 在后面的送气音/元音影响下的变体)引导表示选择性让步的从句:“无论他是所有英雄中最出众的,还是较为卑劣的”。主句谓语为第三人称命令式 ἐρρέτω(“随他去毁灭吧”),极具戏剧性地表现出她爱恨交织的矛盾心理。

  3. 3.469τόδε προπάροιθε δαείη, οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ

    δαείη 是动词词根 da-(δαῆναι,“得知、知晓”)的第二不定过去时愿望语气第三人称单数,表示愿望(“愿他预先知晓此事”)。οὕνεκεν 在此相当于从属连词 ὅτι(“即……”),引导一个名词性从句来具体说明指示代词 τόδε 的内容(“即我绝未为他的悲惨命运感到快意”)。

  4. 3.493ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ οὔτʼ ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο

    ἕκαστα 为中性复数宾格,置于句首起前置作用,是修饰分词 διειρομένοισι(逐一盘问)的宾语。τέκμωρ(明确的结局、对策或定局)在此充当表语,与带有 κεν 的愿望语气 πέλοιτο 构成潜能愿望句:“因为即便你们逐一询问每一个细节,无论对我还是对你们,都绝不可能产生任何明确的解决之道”。

  5. 3.510ἦ τʼ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο

    ἄν 与中动语态愿望语气 ἐντύναιο 连用,在条件句的结论句中表达一种委婉而坚定的劝诱或命令(“那么你就理应恪守诺言,做好准备”)。完成时分词 πεφυλαγμένος 意为“信守、恪遵(誓言)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.443-3.513