← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§3.589-3.663

埃厄忒斯的敌意与美狄亚的梦中挣扎

埃厄忒斯向民众宣称将消灭阿尔戈英雄与佛里克索斯之子,阿耳戈斯则力劝母亲卡尔喀俄佩去请求美狄亚相助。与此同时,美狄亚从反映出对伊阿宋情愫的噩梦中惊醒,在羞怯与渴望之间陷入激烈的内心挣扎。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
589

μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας

埃厄忒斯更是宣称,

590

ἔσσεσθαι δηναιὸν ἀπήμονας,1 οἷσι μέμηλεν

来到他土地上的海盗绝不可能长久逍遥法外,

ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν,

这些人一心只想对别处的财产横加掠夺,

κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων

设下隐秘的诡计,

αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι.

以嘈杂的突袭捣毁牧人的棚圈。

νόσφι δὲ οἷ αὐτῷ φάτʼ ἐοικότα μείλια τίσεινυἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς

他又说,佛里克索斯的儿子们必将向他偿还应有的代价,

ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς

他们成群结队地作为作恶之人的侍从归来,

καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν

无情无义地企图将他驱逐出尊荣与王位。

λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο,

因为他曾听闻其父赫利俄斯降下的凶险神谕,

χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης

告诫他必须防备自家族类密谋的阴谋、

600

σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι·2

策动以及层出不穷的灾殃。

τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν

因此,当初他才依循其父的嘱咐,

πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν

将一心渴望出行的他们遣往阿开亚大地的漫长旅途。

εἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτιν

他丝毫不担心自己的女儿们会谋划出什么可憎的奸计,

φράσσωνται στυγερήν, οὐδʼ υἱέος Ἀψύρτοιο·

亦不担心儿子阿普叙耳托斯;

605

ἀλλʼ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι.

而是深信这等灾祸乃是酝酿于卡尔喀俄佩的后裔之中。

καί ῥʼ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν

他满腔怒火地向民众宣告了无情的手段,

χωόμενος· μέγα δέ σφιν ἀπείλεε νῆά τʼ ἔρυσθαι

严厉威吓要将战船与他们本人尽皆扣押,

ἠδʼ αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ.

免得有人逃脱灾祸。

τόφρα δὲ μητέρʼ ἑήν, μετιὼν δόμον Αἰήταο,

与此同时,阿耳戈斯前往埃厄忒斯的宫殿,

610

Ἄργος παντοίοισι παρηγορέεσκʼ ἐπέεσσιν,

千方百计地用各种言语劝告母亲,

Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴ

恳求她去请求美狄亚相助。

πρόσθεν μητιάασκε· δέος δέ μιν ἴσχανε θυμόν,

母亲先前自己亦在思量此事;但恐惧阻遏了她的心,

μή πως ἠὲ παρʼ αἶσαν ἐτώσια μειλίξαιτο

唯恐忤逆天命去作徒劳的劝慰,

πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν

因那少女惧怕父亲毁灭性的震怒;

615

ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.

又唯恐美狄亚一旦应承了祈求,所行之事便会败露昭彰。

κούρην δʼ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος

而那少女在卧榻上躺下后,

λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες,

沉沉的睡梦使她从痛苦中暂时解脱。然而,正如忧伤之人常遇的那样,

οἷά τʼ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι.

欺妄而险恶的梦境立时纠缠起她来。

τὸν ξεῖνον δʼ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον,3

她梦见那异邦人承担这竞技,

620

οὔτι μάλʼ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι,

绝非渴望带走公羊的皮毛,

οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταοἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο

亦非为此来到埃厄忒斯的城邦,

κουριδίην παράκοιτιν· ὀίετο δʼ ἀμφὶ βόεσσιν

而是为了将她领回自己的家门作明媒正娶的妻子。她还梦见自己为了公牛亲自奋力竞技,

αὐτὴ ἀεθλεύουσα μάλʼ εὐμαρέως πονέεσθαι·

极其轻而易举地完成了劳苦;

625

σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν,

然而她的双亲却轻诺寡信,

οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷ

因为他们当初指定去给公牛套轭的并非少女,

προύθεσαν· ἐκ δʼ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον

而是他本人。由此,父亲与异邦人之间爆发了未决的争端;

πατρί τε καὶ ξείνοις· αὐτῇ δʼ ἐπιέτρεπον ἄμφω

双方皆任凭于她,

τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν.4

依凭她自己的心意来作决断。

630

ἡ δʼ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων,

她便不顾双亲,突然选中了那异邦人;

εἵλετο· τοὺς δʼ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δʼ ἐβόησαν

她的双亲立时被莫大的悲痛所吞噬,愤怒地大声呼喊;

χωόμενοι· τὴν δʼ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν.

伴随着这喊声,睡意立时离她而去。

παλλομένη δʼ ἀνόρουσε φόβῳ, περί τʼ ἀμφί τε τοίχους

她惊恐战栗着跃起身来,环顾闺房的四周墙壁;

πάπτηνεν θαλάμοιο· μόλις δʼ ἐσαγείρατο θυμὸν

好不容易才将心绪收束如初,敛回胸中,发出了急促凄切的呼喊:

635

ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δʼ ἀνενείκατο φωνήν·

“可怜的我啊,

‘δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι.δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος

这是何等沉重的梦魇将我恐吓!

ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται.

我害怕英雄们的这一趟航程会带来天大的灾祸。我的心正为那异邦人狂乱地悬着。

μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην

让他回到自己部族中,在遥远的阿开亚土地上向姑娘求婚去吧;

640

ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων.

而我所当留意的,唯有贞洁之躯与双亲的家门。

ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτʼ ἄνευθεν

然而,我还是要横下不知羞耻的心,

αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μʼ ἀέθλῳ

绝不再远远回避,

χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα

而要去探问姐姐是否会为自己的儿子悲伤而恳求我相助竞技;

παισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος.’

若能如此,或许能熄灭我心中的凄楚之痛。”

645

ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο,

她说着便起身打开了房门,

νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι

赤着脚,只着单衣;她急切地想要走到亲姐姐身边,

αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν.

已然迈过了庭院的门槛。

δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο,

但因羞怯的阻拦,她在闺房的前厅逗留了许久;

αἰδοῖ ἐεργομένη· μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσω

转过身又退回原处;

650

στρεφθεῖσʼ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τʼ ἀλέεινεν

随后又从屋内走出,旋即又畏缩而避入室内;

εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα·

徒劳的脚步将她带往此处与彼处。

ἤτοι ὅτʼ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς·

每当她决意向前迈步,内心的羞怯便将她阻拦;

αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν.

而每当被羞怯所挡,大胆的渴望又在催促着她。

τρὶς μὲν ἐπειρήθη, τρὶς δʼ ἔσχετο, τέτρατον αὖτις

她尝试了三次,三次皆停下了脚步,

655

λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα.

第四次又身子一歪,俯身倒在卧榻之上。

ὡς δʼ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν

这正如同新娘在深闺中为自己年轻健壮的丈夫痛哭哀号,

μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες,

那是兄弟与双亲为她许配的良人,

οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν

由于羞赧与持重,她尚未同所有的侍女相熟往来,

αἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δʼ ἀχέουσα θαάσσει·

只悲伤地独坐在深幽之内;

660

τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω

然而某种命运在他俩尚未来得及尽情领会彼此的心意之前便夺去了他的性命;

δήνεσιν ἀλλήλων· ἡ δʼ ἔνδοθι δαιομένη περ

她虽内心备受煎熬,

σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα,

却在凝视着孤寂的空床时极力低声啜泣,

μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες·

生怕妇人们出言讥讽、恶语凌辱:

语法注4 条
  1. 3.589μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας ἔσσεσθαι δηναιὸν ἀπήμονας

    延续前文宣誓或断言动词的间接引语结构。否定词 μή 与将来时不定式 ἔσσεσθαι 连用,在誓言或强烈断言的语境中表达坚决的否定(“海盗绝不可能长久安然无恙”)。

  2. 3.599χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι

    依赖于无人称表达 χρειώ [ἐστί](“有必要”)的宾格加不定式结构。代词 μιν(埃厄忒斯)充当不定式 ἐξαλέασθαι 的逻辑主语,δόλον、βουλάς 和 ἄτην 则是其直接宾语。

  3. 3.619τὸν ξεῖνον δʼ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον

    动词 ἐδόκησεν 在此带宾格加不定式(τὸν ξεῖνον ... ὑφεστάμεναι),意为“她觉得那异邦人承担了竞技”。该结构用于引出美狄亚在梦中主观体验的内容。

  4. 3.628αὐτῇ δʼ ἐπιέτρεπον ἄμφω τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν

    主语为 ἄμφω(父亲与异邦人双方),动词 ἐπιέτρεπον 接与格 αὐτῇ(美狄亚),表示将裁决权交予她。不定式句 τὼς ἔμεν(“如此进行”)由相对应的 ὥς 引导的从句(“正如她在心中决断的那样”)所具体规定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.589-3.663