← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§3.370-3.442

埃厄忒斯提出火牛考验与伊阿宋应承

埃厄忒斯疑心众人图谋王位而勃然大怒,伊阿宋力陈和睦之意;国王遂提出驾驭火牛耕田并诛灭龙齿战士的致命考验作为交换羊皮的条件,陷入绝境的伊阿宋被迫应承下来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
370

Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει·

也就是卡尔喀俄珀的儿子们;因为他以为他们是前去引来那些客人的;

ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο·

激怒之中,他的双眼在眉下闪烁着火光:

‘οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες,

“难道你们不立刻从我眼前滚开吗,你们这些败类,

νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης,1

连同你们的诡计,折返回去离开这片土地,

πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι;

免得你们有人见到那凄惨的羊皮和弗里克索斯!

375

αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας,

你们当即从希腊结伙同来,绝非为了羊皮,

σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε.

而是为了篡夺权杖与王权才来到此地。

εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης,

若非你们先前触碰过我的餐桌,

ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας

我必定早已割下你们的舌头,斩断你们的双手,

ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν,2

只留下双脚把你们驱逐出去,

380

ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι,

好让你们日后不敢再妄动起意,

οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’

而且你们竟对福乐的神明也说出了何等的谎言!”

φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο

他盛怒之下如此说道;埃阿科斯的后裔心中

νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς

从深处激起滔天怒火;胸中的心神渴望

ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν

以凶暴破灭的言辞反唇相讥;但埃宋之子

385

Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν·

按捺住了他;因为他自己抢先用温和的话语作答:

‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως

“埃厄忒斯啊,请宽恕这支远征队。因为我们绝非如你所想的那般

ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας,

来到你的城邦与宫殿,

οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι

亦非出于自身所愿。又有谁会甘心情愿跨过如此浩瀚的波涛

τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων

去谋求异邦的财物?乃是某位神明

390

καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή.

以及一位暴戾之王残酷的命令驱使着我。

δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ

请对求告之人赐予恩典吧;我将在全希腊为你传颂

θεσπεσίην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη

非凡的盛名;而且我们立刻

πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν,

甘愿以战功作为迅捷的报答,

εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον

无论你是渴望将萨乌罗马泰人降服在你的权杖下,

395

δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’

抑或降服任何其他部族。”

Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς

他以温和的声音阿谀劝说;而国王的心中

διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν,

在胸膛里翻腾着两难的思绪,

ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,

究竟是该当场扑上前去将他们诛杀,

ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον

抑或考验他们的勇力。思忖之下,后一种方案

400

φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν·

似乎更妙;于是他打断话头对伊阿宋说道:

‘ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;

“异乡人,何须将细枝末节逐一长篇大论?

εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως

若你们确是诸神的后裔,或者在其他方面前来谋求异邦财物时

οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε,

绝不逊色于我,

δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα,

经过考验之后,若你愿意,

405

πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω,

我自会赐你取走那张金羊皮。 因为对于高贵的勇士我绝无吝啬,

ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα.

不像你们自己谈及的那位统领希腊的王者。

πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος,

而考验你气魄与勇武的,将是一场艰难的竞技,

τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα.

那正是我亲手所行之事,纵然它是如此致命。

δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται

我拥有两头在阿瑞斯平原上吃草的青铜足公牛,

410

ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες·

从口中喷吐出烈焰;

τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος

我将它们套上轭具,驱赶着耕过阿瑞斯那片坚硬的四亩休耕地,

τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ

迅速用犁耕出垄沟直到尽头,

οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν,

我并不在沟槽中播撒得奥女神的谷种,

ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας

而是播撒那可怕巨蛇的牙齿,它们长成

415

ἀνδράσι τευχηστῇσι δέμας.3 τοὺς δʼ αὖθι δαΐζων

身披甲胄的战士之形躯;当他们从四周包围向我逼来时,

κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας.

我便立刻用自己的长矛将他们斩杀刈除。

ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην

我在清晨为公牛套上轭具,而在傍晚时分

παύομαι ἀμήτοιο. σὺ δʼ, εἰ τάδε τοῖα τελέσσεις,

便结束收获。而你,若能完成这些同样的壮举,

αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος·

便可在当日将这羊皮带回去献给国王;

420

πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς

在此之前我绝不会交出,你休要心存指望。因为

ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’

身为出身高贵的勇士,向劣于自己的男子屈服确是莫大的耻辱。”

ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας

他如此说道;而伊阿宋将目光默默注视在双脚之前,

ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι.

就那样无言地枯坐着,面对这般绝境束手无策。

βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν

他思量了良久,无论如何也无法

425

θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον·

大胆地应承下来,因为这桩功业显得太过艰巨;

ὀψὲ δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν·

良久之后,他方以审慎的言辞回答道:

‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις.4

“埃厄忒斯啊,你以正当的严酷之规将我逼至绝境。

τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα

因此我也将承受这即使极其残酷的考验,

τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο

即便等待我的宿命唯有死亡。因为对于凡人而言,

430

ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης,

再没有比恶劣的必然更令人心寒之物,

ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’

正是它迫使我奉国王之命远道来到这里。”

ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε

他满怀无措地这般说道;然而国王却对

σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα·

愁苦的他报以可怕的言辞:

‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο·

“既然你渴望辛劳,现在就回到你的同伴中去吧;

435

εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι,

但若你害怕给公牛套上牛轭,

ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,

抑或在这毁灭性的收割面前退缩,

αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος

我自会亲自料理这每一桩事,好让其他人

ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’

也不敢再前来冒犯胜过自己之人。”

Ἴσκεν ἀπηλεγέως· ὁ δʼ ἀπὸ θρόνου ὤρνυτʼ Ἰήσων,

他冷酷地说道;伊阿宋从座位上站起身来,

440

Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δʼ Ἄργος

奥革阿斯与泰拉蒙紧随身旁;阿尔戈斯

οἶος, ἐπεὶ μεσσηγὺς ἔτʼ αὐτόθι νεῦσε λιπέσθαι

独自跟随着,因为他中途已向自己的亲兄弟们打过手势,

αὐτοκασιγνήτοις· οἱ δʼ ἤισαν ἐκ μεγάροιο.

示意他们留在那里;随后他们走出了大殿。

语法注4 条
  1. 3.372οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες, νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης

    οὐκ ... νεῖσθε 带有否定词 οὐ 的直陈式现在时(或表将来意义),构成带有严厉命令与威胁口吻的反问句(“难道你们不立刻离开吗?”)。αὐτοῖσι δόλοισι 为伴随与格,表示“连同你们的诡计一起”。

  2. 3.377εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης, ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν

    过去与事实相反的虚拟条件句。条件从句为 εἰ δέ κε μὴ ... ἥψασθε(不定过去式直陈式带 κε),主句为 ἦ τʼ ἂν ... ἐπιπροέηκα(不定过去式直陈式带 ἄν)。分词 ταμών 与 κεάσσας 表示在主动词动作之前发生的伴随动作,οἴοισιν ... πόδεσσιν 为方式/伴随与格(“只留下双脚”)。

  3. 3.413οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν, ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας ἀνδράσι τευχηστῇσι δέμας

    σπόρον 为宾格,与 Δηοῦς ... ἀκτήν(“得奥女神的谷物”)构成同位语,或作表语性宾格(“作为种子”)。与之相对的宾语是 ὀδόντας。δέμας 是关系/限定宾格(“在体态/外貌上”),限定龙齿生长为披甲战士的身躯。

  4. 3.427μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις

    δίκῃ 为方式或依据与格,意为“依照严格的正理/法则”或“在权利上”。περιπολλόν 是副词性宾格,用以加强动词 ἐέργεις(“困逼”、“束缚”)的语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.370-3.442