- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.219-3.293
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊阿宋一行进入埃厄忒斯壮丽的宫殿,目睹了赫淮斯托斯的诸般巧夺天工之作。正当卡尔喀俄佩与国王夫妇迎接归来的弗里克索斯诸子时,厄洛斯悄然潜入,发箭射中美狄亚,令她陷入炽烈的爱恋之中。
εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν. ἄγχι δὲ τοῖο
随后他们毫无畏惧地跨过了门槛。在那近旁,
ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν
挂满青翠枝叶的栽培葡萄藤蔓
ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν
高高爬蔓,繁茂异常。在它们下方
ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν
流淌着四股永不枯竭的泉水,它们是由赫淮斯托斯
Ἥφαιστος. καί ῥʼ ἡ μὲν ἀναβλύεσκε γάλακτι,
开凿而成的。其中一股喷涌着乳汁,
ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ·
另一股涌出美酒,第三股流淌着芳香的香油;
ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν
第四股则倾泻着流水,在昴星团落下时
θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις
它便转暖,而在昴星团升起时,
κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.1
它又如冰一般寒冷,从空谷岩壁中汩汩冒出。
τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο
在库塔伊亚的埃厄忒斯宫殿中,工巧的神祇赫淮斯托斯
τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα.
正是创制了如此多令人惊叹的奇工妙构。
καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων
他还为埃厄忒斯打造了青铜之足的公牛,它们的嘴
ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον·
也是青铜制成,并向外喷吐着骇人的烈焰;
πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον
此外他还用坚固的金刚石锻造了一整根犁辕的坚犁,
ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις
以此报答赫利俄斯,因赫利俄斯曾在他在弗莱格拉的征战中
δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι.
疲惫力竭时,用战车载引了他。
ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ
那里筑有一座中庭;环绕其周,成排排列着
δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα·
许多建造精良的双开门扉与内室;
δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο.
两旁均建有雕镂精美的走廊。
λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν.
在斜对面的两侧矗立着更为高耸的建筑。
τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν,
其中一座分外宏伟超卓,
κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι·
乃是统治者埃厄忒斯与其王后居住的宫室;
ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο.
另一座则住着埃厄忒斯的儿子阿普绪耳托斯,
τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια
他是高加索宁芙阿斯忒洛代亚所生,
πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν,
尚在埃厄忒斯迎娶正妻厄狄伊亚之前,
Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν.
厄狄伊亚乃是忒堤斯与俄刻阿诺斯的幺女。
καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα
科尔喀斯的年轻人皆尊称他为法厄同,
ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν.
因为他在一切青年男子中最为俊美出众。
τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες
其余的房间则由女侍以及埃厄忒斯的一双女儿
ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρʼ οἵγε
卡尔喀俄佩与美狄亚居住。而美狄亚正
ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν—
从一个房间穿往另一个房间去寻找她的姐姐——
Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δʼ οὔτι θάμιζεν
因赫拉将她留在家中;往日她绝不常留在
ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο
宫殿里,而是整日侍奉赫卡忒的
νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα—
神庙,因为她自己正是这位女神的祭司——
καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν·2 ὀξὺ δʼ ἄκουσεν
当她看见他们临近时,便大声呼喊起来;卡尔喀俄佩
Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι
敏锐地听到了呼喊;侍女们随即将纺线与纺锤
νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι
丢在脚前,
ἔδραμον. ἡ δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα
大家一起全都跑了出来。 卡尔喀俄佩一见儿子们与他们同行,
ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ
喜极而高高举起双手;儿子们也同样
μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες
迎向母亲,相见之下满怀欣喜地
γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον·
相互拥抱;她呜咽着吐露了这样的一番言辞:
‘ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες
“看来你们终究注定不会漠然将我遗弃
τηλόθι πλάγξασθαι· μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα.
而漂泊远方;命运又把你们带了回来。
δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης
可怜的我啊!
λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε
究竟是出于何等悲惨的狂妄,你们竟依从
πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίας
父亲弗里克索斯的嘱托,对希腊怀有如此的渴望!
ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο,
他在临终之际为我们的心中留下了痛苦的哀伤。 何必为了阿塔玛斯的产业,狠心撇下
ὅστις ὅδʼ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι
哀伤的母亲,非要前往那奥尔戈墨诺斯的城邦,
μητέρʼ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε;’
不论那奥尔戈墨诺斯究竟是何等模样?”
ὧς ἔφατʼ· Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε,
她这般说着;而埃厄忒斯最后从屋中走向门外,
ἐκ δʼ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο,
埃厄忒斯的妻子厄狄伊亚本人也走了出来,
Χαλκιόπης ἀίουσα· τὸ δʼ αὐτίκα πᾶν ὁμάδοιο
因为听到了卡尔喀俄佩的声音;刹那间整座前庭
ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο
都挤满了嘈杂的人群。仆役们有的忙着料理
ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ
一头巨大的公牛;有的用青铜斧劈砍干燥的柴木;
κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν,
有的用火烧沸洗澡水;在侍奉国王时,
ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι.
没有任何一个人敢松懈怠惰。
τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος,
此时厄洛斯穿过灰白色的雾气,悄然隐身而至,
τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος
势如疯魔,如同飞向年轻母牛的牛虻,
τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες.
放牛的牧人将其称为螫虻。
ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας
他迅速在前厅的门柱下给弓上好弦,
ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν.
从箭筒中取出一支未曾射过的、带来无尽痛苦的飞箭。
ἐκ δʼ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν
他迈着轻捷的脚步悄悄跨过门槛,
ὀξέα δενδίλλων· αὐτῷ δ’ ὑπὸ βαιὸς ἐλυσθεὶς
目光锐利地四处窥探;他缩成小小的一团,蜷伏在
Αἰσονίδῃ3 γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,
埃宋之子脚下,将箭尾扣在弓弦正中,
ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν
双手拉满弓弦,笔直对准目标,
ἧκʼ ἐπὶ Μηδείῃ· τὴν δʼ ἀμφασίη λάβε θυμόν.
向美狄亚射去;美狄亚的心魂顿时陷入了呆滞无言之中。
αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο
厄洛斯自己则从高顶大厅中旋即抽身而起,
καγχαλόων ἤιξε· βέλος δʼ ἐνεδαίετο κούρῃ
朗声大笑着飞驰而去;然而箭镞如烈焰一般,
νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δʼ αἰεὶ
在少女的心底深处熊熊燃烧;她一刻不停地
βάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο
向埃宋之子投去闪烁的目光,她的心胸深处
στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τινʼ ἄλλην
因痛楚而剧烈地喘息,脑海中再也容不下
μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ.
任何其他思绪,灵魂完全消融在这甜美的煎熬之中。
ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ
如同一个以纺纱织线为业的贫困妇人,
χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,
为了夜间能在屋顶下生起照明的微光,
ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,
在炽热的火炭旁添聚干柴那样,
- 3.225δυομένῃσιν / θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις / κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης
与格短语 δυομένῃσιν Πληιάδεσσιν 与 ἀνιούσαις(共用先行词 Πληιάδεσσιν)用作表时间的与格(dative of time)。它们指代昴星团落下(深秋,约十一月)和升起(春季,约五月)的天象季节节点,通过无介词的与格分词表示时间条件:“当昴星团落下时……当它们升起时”。
- 3.248τὴν μὲν ἄρʼ οἵγε / ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν— ... / καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν
句首的 τὴν μὲν ἄρʼ οἵγε ... μετιοῦσαν(宾格)原本预设了一个及物动词句式,即英雄们看到美狄亚穿行于各个居室之间。然而紧随其后插入了一段关于赫拉阻留及美狄亚日常侍奉赫卡忒的长篇插叙(Ἥρη γάρ... ἀρήτειρα),导致原有的句子结构中断(破格语法/anacoluthon);后续分句转而以美狄亚本人为主语收尾(“她一见他们走近,便大声呼喊”,καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν)。
- 3.281αὐτῷ δ’ ὑπὸ βαιὸς ἐλυσθεὶς / Αἰσονίδῃ
此处的 ὑπό 既可看作与分词 ἐλυσθεὶς 发生缀词分离(tmesis,即 ὑπελυσθείς),也可看作介词 ὑπό 支配与格 Αἰσονίδῃ(由 αὐτῷ 加强,意为“紧贴在埃宋之子脚下”)。形容词 βαιός 作表语性形容词修饰主语厄洛斯(“蜷缩成小小的一团”),而非用作副词性宾格。
