← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§3.1111-3.1184

伊阿宋与美狄亚的告别与龙牙的交接

美狄亚与伊阿宋互表心迹与盟誓后依依惜别;美狄亚神思恍惚地返回宫中,伊阿宋则向同伴展示魔药与计策。翌晨使者前往埃埃忒斯处,获得了昔日卡德摩斯所斩恶龙的利齿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1111

μνήσομαι. ἔλθοι δʼ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα,

我会记挂着你。愿从远方能有某种传闻,

ἠέ τις ἄγγελος ὄρνις, ὅτʼ ἐκλελάθοιο ἐμεῖο·1

或是报信的鸟儿,当你将我忘却之时飞到我身旁;

ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν

又或者迅疾的风暴将我从此处卷起,

ἐνθένδʼ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι,

掠过大洋送至伊奥尔科斯,

1115

ὄφρα σʼ, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα,

好让我当面揭露你的背弃,

μνήσω ἐμῇ ἰότητι πεφυγμένον.2 αἴθε γὰρ εἴην

提醒你全凭我的意愿才得逃生。但愿到那时,

ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.’

我能猝不及防地作为宾客立于你的宫殿炉火旁!”

ὧς ἄρʼ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶνδάκρυα· τὴν δʼ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν·

她这般说着,顺着面颊潸然流下可怜的泪水;而伊阿宋直截了当地应声对她说道:

1120

‘δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας,

“神异的女子啊,且由虚妄的风暴与报信的鸟儿去胡乱游荡吧,

ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις.

因为你说的是虚妄之言。

εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι,

倘若你来到那一处故土、希腊之地,

τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε

你将受到妇人与男儿们的尊崇与敬仰;

ἔσσεαι· οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν,

他们必将如同敬奉女神一般周到地奉待你,

1125

οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδʼ ἵκοντο

因为因着你的妙计,

σῇ βουλῇ, τῶν δʼ αὖτε κασίγνητοί τε ἔται τε

他们的子嗣得以归还故里,他们的兄弟、

καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται.

宗亲与青春正盛的夫君亦从灾祸中全然得救。

ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν

你将在我们的合卺洞房中同侍床榻;

πορσυνέεις· οὐδʼ ἄμμε διακρινέει φιλότητος

除了注定的死亡将我们笼罩之外,

1130

ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι.’

再无何物能将我们的爱恋分离。”

ὧς φάτο· τῇ δʼ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ,

他如此说道;倾听着这番话,她的芳心在内里融化,

ἔμπης δʼ ἔργʼ ἀίδηλα κατερρίγησεν ἰδέσθαι.

然而眼见这等毁灭的勾当,她依然不寒而栗。

σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν

可悲的人啊!

Ἑλλάδα ναιετάειν. ὧς γὰρ τόδε μήδετο Ἥρη,

她注定不会长久拒绝前往希腊居住。因为赫拉正是如此筹谋,

1135

ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο

要让埃亚的美狄亚舍弃故土,

Αἰαίη Μήδεια, λιποῦσʼ ἄπο πατρίδα γαῖαν.

降临神圣的伊奥尔科斯,成为珀利阿斯的灾殃。

ἤδη δʼ ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθεν

此时侍女们自远处凝望着,

σιγῇ ἀνιάζεσκον· ἐδεύετο δʼ ἤματος ὥρη

在静默中暗自焦灼;

ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην.

少女本该回返家门奔赴母亲身旁的向晚时刻已然临近。

1140

ἡ δʼ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ

但她全未念及归去,

θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν,εἰ μὴ ἄρʼ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα·3

因她的心同时陶醉于他的英姿与蜜语之中,若非埃宋之子保持着戒备,终于开口说道:

‘ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο

“该是离去的时候了,

δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ

免得太阳的光芒先一步悄然落下,

1145

ὀθνείων· αὖτις δʼ ἀβολήσομεν ἐνθάδʼ ἰόντες.’

被哪个外人窥见了一切;我们日后再来此相会。”

ὧς τώγʼ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν

他们二人便这般以温存的话语彼此试探,

πείρηθεν· μετὰ δʼ αὖτε διέτμαγεν. ἤτοι Ἰήσων

随后各自离去。

εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι·

伊阿宋满心欢喜地启程奔赴同伴与海船;

ἡ δὲ μετʼ ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησαν

她则走向侍女们,侍女们一同迎上前去;

1150

πᾶσαι ὁμοῦ· τὰς δʼ οὔτι περιπλομένας ἐνόησεν.

但她对围绕周遭的侍女浑然不觉,

ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.

因为她的灵魂已高飞于云际。

αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατʼ ἀπήνης,

她的双足不由自主地登上了疾驰的马车,

καί ῥʼ ἑτέρῃ μὲν χειρὶ λάβʼ ἡνία, τῇ δʼ ἄρʼ ἱμάσθλην

一手执辔,

δαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἱ δὲ πόλινδε

另一手握着雕饰华美的皮鞭驱赶骡群;

1155

θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δʼ ἄρʼ ἰοῦσαν

骡群向着城邑疾驰,奔向宫苑。当她走入宫中,

Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν·

为儿子们忧心忡忡的卡尔基奥佩上前询问;

ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων

但美狄亚心烦意乱,茫然不知所措,

ἔκλυεν, οὔτʼ αὐδῆσαι ἀνειρομένῃ λελίητο.

既未听闻她的话语,亦无心向垂询者回答。

ἷζε δʼ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν

她倚坐在床榻下方的矮凳上,

1160

λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν·ὑγρὰ δʼ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα

侧身以左手托腮;眼帘中饱含泪水,

οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.

沉思着自己以谋略所参与的是何等险恶的勾当。

Αἰσονίδης δʼ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτοἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη,

当埃宋之子在当初撇下同伴独自离开的地方与他们重新汇合时,

1165

ὦρτʼ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα,

便带着他们一同前往英雄们的营群,

ἡρώων ἐς ὅμιλον· ὁμοῦ δʼ ἐπὶ νῆα πέλασσαν.

沿途告知各项细节;他们一同返回了海船。

οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τʼ ἐρέοντο.

众人一见他便热情相迎,纷纷探问。

αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης,

他向全军讲述了少女的计谋,

δεῖξέ τε φάρμακον αἰνόν· ὁ δʼ οἰόθεν οἶος ἑταίρων

并展示了那可怕的魔药;

1170

Ἴδας ἧστʼ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι

同伴中唯独伊达斯一人坐在一旁,强咽怒火;

γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,

其余人等皆欢欣鼓舞,当时因夜色阻拦,

εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμʼ ἠοῖ

各自安然料理事务。黎明破晓时分,

πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας

他们派遣二人前往埃埃忒斯处索要播种之物:

ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα,

首先是热爱征战的忒拉蒙本人,

1175

σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο.

随同的还有赫耳墨斯的闻名之子埃塔利得斯。

βὰν δʼ ἴμεν, οὐδʼ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσιν

二人启程前往,并未虚行;

κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας

埃埃忒斯王将试炼所用的阿奥尼亚恶龙的凶恶利齿交予前来的他们。

Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ ΘήβῃΚάδμος, ὅτʼ Εὐρώπην διζήμενος εἰσαφίκανεν,

昔日卡德摩斯寻觅欧罗巴来到奥古癸亚的忒拜时,

1180

πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα·

曾斩杀了守护阿瑞斯之泉的这条恶龙;

ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων

卡德摩斯依照阿波罗神谕赐予作为领路向导的牝牛的指引,

ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.

在那里定居了下来。

τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα

特里托尼亚女神将恶龙的利齿自颌骨中剥除,

Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι.

分别赏赐给了埃埃忒斯以及屠龙者本人。

语法注3 条
  1. 3.1112ὅτʼ ἐκλελάθοιο ἐμεῖο

    时间从句中的祈愿语气动词 ἐκλελάθοιο 是对主句愿望语气(ἔλθοι、φέροιεν)的语气同化(assimilation of mood),或者表示纯粹假设的情境(“倘若有朝一日你竟将我忘却”)。它表现的是说话者主观假想的可能性,而非确定的事实。

  2. 3.1116μνήσω ἐμῇ ἰότητι πεφυγμένον

    使役/及物动词 μιμνήσκω(将来时 μνήσω)统辖前一行的宾格代词 σʼ(σέ)和完成时分词 πεφυγμένον。此处并非“我将记住逃走的你”,而是相当于宾语补足分词/间接引语结构:“使你忆起你是凭借我的意愿才得逃脱的”。

  3. 3.1142εἰ μὴ ἄρʼ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα

    与前句的未完成过去时(τέρπετο ... θυμός)相呼应,构成了过去与事实相反的条件句结构(“若非埃宋之子谨慎地终于开口,她本不会想起归去”)。带有 ἄν 的主句归结部分被省略,εἰ μή 在此起到打断前述持续状态、引入转折性动作的修辞功能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.1111-3.1184