← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§2.1209-2.1285

驶入法西斯河与抵达科尔基斯

阿尔戈斯述说恶蟒之险,珀琉斯出言鼓舞士气,众人随即启航驶往高加索山脉。在目睹折磨普罗米修斯的巨鹰之后,他们乘夜驶入法西斯河,在科尔基斯泊舟宿营。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1209

ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖʼ ἀνέφυσεν

‘那条不死且无眠的恶蟒,

1210

Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη,ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ

是大地本身在高加索的山麓所生出的,那里立着堤法翁岩;

βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας,1

据说当年堤法翁向克罗诺斯之子宙斯伸出强健的双臂反抗时,被宙斯的雷霆击中,

θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δʼ αὔτως

滚烫的鲜血从头颅滴落;

οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθʼ ἔτι νῦν περ

他就这样逃到了尼赛昂的山峦与平原,

1215

κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.’

直至今日他仍沉卧在塞耳博尼斯湖的水底深处。’

ὧς ἄρʼ ἔφη· πολέεσσι δʼ ἐπὶ χλόος εἷλε παρειὰς

他如此说道;许多人听闻这等艰巨的挑战,

αὐτίκα, τοῖον ἄεθλον ὅτʼ ἔκλυον. αἶψα δὲ Πηλεὺς

面颊顿时变得惨白。

θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε·

然而珀琉斯立刻以勇敢的话语应答,开口说道:

‘μηδʼ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ.

‘吾友啊,请不要在心中这般过分畏惧。

1220

οὔτε γὰρ ὧδʼ ἀλκὴν ἐπιδευόμεθʼ, ὥστε χερείους

因为我们绝非如此匮乏武勇,

ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι.2

以致在动用兵刃较量时逊色于埃厄忒斯。

ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο

相反,我想我们同样深谙战事,

κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας.

并且出身自与受祝福诸神切近的血脉,才前往该地。

τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει,

因此,若他不愿出于友谊让出金羊毛,

1225

οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.’

我确信科尔基斯人的部落对他将毫无裨益。’

ὧς οἵγʼ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο,

他们彼此这般轮番交谈,

μέσφʼ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν.

直到再度饱享晚餐之后方才入眠。

ἦρι δʼ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος·

清晨众人醒来时,一阵宜人的顺风吹拂着;

ἱστία δʼ ἤειραν, τὰ δʼ ὑπαὶ ῥιπῆς ἀνέμοιο

他们升起船帆,帆布在风势的激荡下鼓胀紧绷;

1230

τείνετο· ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος.

他们迅速离开了阿瑞斯之岛。

νυκτὶ δʼ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον·

当黑夜临近时,他们驶过了菲吕拉之岛;

ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτʼ ἐν Ὀλύμπῳ

昔日乌拉诺斯之子克洛诺斯在奥林匹斯统治提坦诸神,

Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπʼ ἄντρονΖεὺς ἔτι Κουρήτεσσι μετετρέφετʼ Ἰδαίοισιν,

而宙斯仍由伊达山的库瑞忒斯在克里特岛的洞穴下抚育之时,

1235

Ῥείην ἐξαπαφὼν παρελέξατο· τοὺς δʼ ἐνὶ λέκτροις

克洛诺斯曾在此瞒过瑞亚与菲吕拉同寝。

τέτμε θεὰ μεσσηγύς· ὁ δʼ ἐξ εὐνῆς ἀνορούσας

然而女神在他们的床榻间撞破了此事;克洛诺斯从寝处跃起,

ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ·

化作一匹长鬃骏马的模样疾驰逃去;

ἡ δʼ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα

而大洋神女菲吕拉因羞惭离开了那片土地和居所,

Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν

来到珀拉斯戈伊人的苍莽群山,

1240

ἦλθʼ, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ,

在那里由那次交合生下了庞大的喀戎,

ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ.

半似骏马,半如神明。

κεῖθεν δʼ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων

从那里他们又乘船穿过了玛克罗涅斯人的土地、

γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας,

贝刻瑞斯人的无垠疆域、

Βύζηράς τʼ ἐπὶ τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον

傲慢的萨佩耳斯人,继而是比泽耳斯人;

1245

ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο.

因为乘着柔和的顺风,他们始终急促地破浪前行。

καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου.

此时,在航行中的人们眼前显现出了蓬托斯的最深隐秘之处。

καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι

高加索群山的巍峨绝壁耸立而起,

ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισινἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς

在那里,普罗米修斯的身躯被不可挣脱的青铜镣铐锁在坚硬的岩壁上,

1250

αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα.

正以自己的肝脏喂养着不断折返扑来的雄鹰。

τὸν μὲν ἐπʼ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳ

黄昏时分,

νηὸς ὑπερπτάμενον νεφέων σχεδόν· ἀλλὰ καὶ ἔμπης

他们看见雄鹰在云层附近以锐利的呼啸之声从船的正上方飞过;即便如此,

λαίφεα πάντʼ ἐτίναξε, παραιθύξας πτερύγεσσιν.

雄鹰拍打着翅膀仍震动了所有的船帆。

οὐ γὰρ ὅγʼ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο,

因为它并非生有寻常高空气流中飞鸟的形体,

1255

ἶσα δʼ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς,

而是如精工削就的桨叶般挥动着迅捷的飞翼。

δηρὸν δʼ οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴν

不久之后,

ἧπαρ ἀνελκομένοιο Προμηθέος· ἔκτυπε δʼ αἰθὴρ

他们便听到了普罗米修斯被撕扯肝脏时发出的悲惨号叫;

οἰμωγῇ, μέσφʼ αὖτις ἀπʼ οὔρεος ἀίσσοντα

长空中回荡着哀鸣,

αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν.

直到他们看见那只食生肉的雄鹰沿原路自山峰疾飞折返。

1260

ἐννύχιοι δʼ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο

黑夜之中,在阿尔戈斯的指引下,

Φᾶσίν τʼ εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντου.

他们抵达了水流宽阔的法西斯河以及大海的极边之处。

αὐτίκα δʼ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης

他们立刻收起风帆与帆桁,

ἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸν

整饬好置于凹陷的桅座内;紧接着也迅速将桅杆向一侧倾倒放低;

ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δʼ ἐρετμοῖς

他们敏捷地划桨,

1265

εἰσέλασαν ποταμοῖο μέγαν ῥόον· αὐτὰρ ὁ πάντῃ

将船驶入大河的浩瀚水流之中,

καχλάζων ὑπόεικεν. ἔχον δʼ ἐπʼ ἀριστερὰ χειρῶν

水流在各处翻腾喧嚣着退让开来。

Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης,

在他们左手侧是险峻的高加索山与埃亚的屈泰亚城,

ἔνθεν δʼ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τʼ ἄλση

在另一侧则是阿瑞斯的平原以及那位神明圣洁的树林,

τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων

在那里,

1270

πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν.

恶蟒正紧盯守护着那张铺展在浓密橡树枝杈上的羊皮。

αὐτὸς δʼ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ

埃宋之子自己用金杯盛着纯净甘美的葡萄酒,

οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς

向河中倾注祭酒,献给大地、

γαίῃ τʼ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων

本土的神祇以及死去的英雄幽魂;

ἡρώων· γουνοῦτο δʼ ἀπήμονας εἶναι ἀρωγοὺς

他恳求诸神仁慈地充当毫无损害的庇佑者,

1275

εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι.

并吉祥地接纳船只的缆绳。

αὐτίκα δʼ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν·

安开奥斯随即在众人中说了这样一番话:

‘Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα

‘我们确实已抵达科尔基斯的土地与法西斯河的水流;

Φάσιδος· ὥρη δʼ ἧμιν ἐνὶ σφίσι μητιάασθαι,3

现在正该由我们大家共同商议,

εἴτʼ οὖν μειλιχίῃ πειρησόμεθʼ Αἰήταο,

究竟是用温和的言辞试探埃厄忒斯,

1280

εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.’

还是采取其他某种行动方可奏效。’

ὧς ἔφατʼ· Ἄργου δʼ αὖτε παρηγορίῃσιν Ἰήσων

他如此说道;伊阿宋再次遵从阿尔戈斯的劝告,

ὑψόθι νῆʼ ἐκέλευσεν ἐπʼ εὐναίῃσιν ἐρύσσαι

命令众人划桨驶入一片荫蔽的沼泽,

δάσκιον εἰσελάσαντας ἕλος· τὸ δʼ ἐπισχεδὸν ἦεν

并在高处下石锚系住船身;那正位于他们前行之处的近旁,

νισσομένων, ἔνθʼ οἵγε διὰ κνέφας ηὐλίζοντο.

他们便在此处露宿度过了黑夜。

1285

ἠὼς δʼ οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη.

未过多久,黎明便在他们切盼的目光中破晓升起。

语法注3 条
  1. 2.1212ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας

    在由关系副词 ὁππότε 引导的从句中,主语取堤法翁(承前 βλήμενον 补出主格主语),与格代词 οἱ 指宙斯(‘当他向宙斯伸出强健的双臂反抗时’)。亦可将宙斯视为主语、οἱ 视作堤法翁,但此处描述怪物伸手反抗天神而招致雷殛,在因果逻辑与史诗语境中更为自然。

  2. 2.1220ὥστε χερείους / ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι

    此处为 ὥστε 连用不定式 ἔμμεναι 表示结果的结构。其后的不定式 πειρηθῆναι 作限定性说明修饰 χερείους(‘在以兵刃较量上逊色’),而属格 Αἰήταο 则依附于比较级 χερείους,作比较属格(‘较埃厄忒斯更为逊色’)。

  3. 2.1278ὥρη δʼ ἧμιν ἐνὶ σφίσι μητιάασθαι

    第三人称复数反身代词的与格形式 σφίσι 与第一人称复数代词 ἧμιν 并列,在希腊化时期诗歌语体中用作第一人称复数反身含义(‘在我们彼此之间’= ἐν ἡμῖν αὐτοῖς)。古典阿提卡散文中须用第一人称反身代词,而亚历山大里亚诗歌中常可见此代用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:2.1209-2.1285