← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§2.1134-2.1208

款待普里克索斯诸子与阿尔戈斯的警告

得知遇难者为普里克索斯的遗孤后,伊阿宋确认了彼此的血缘亲属关系,为他们提供衣食,并请求他们协助夺取金羊毛,但阿尔戈斯警示了科尔基斯王埃厄忒斯的骇人力量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1134

τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν,

埃宋之子察觉到菲纽斯的预言正在应验,

1135

μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι·1

便审慎地向他询问:

‘ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες.

‘这一切我们都会出于善意立刻提供。

ἀλλʼ ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίης

但来吧,请如实告诉我,你们居住在何方土地,

ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει,

是什么样的使命驱使你们远涉重洋,

αὐτῶν θʼ ὑμείων ὄνομα κλυτόν, ἠδὲ γενέθλην.’

以及你们自己显赫的姓名与家世。’

1140

τὸν δʼ Ἄργος προσέειπεν ἀμηχανέων κακότητι·

阿尔戈斯在困顿无助中对他说:

‘Αἰολίδην Φρίξον τινʼ ἀφʼ Ἑλλάδος Αἶαν ἱκέσθαιἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί,

‘关于埃俄罗斯之子普里克索斯从赫拉斯来到埃亚之事,

Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο,

想必你们自己在此之前亦确曾听闻——那普里克索斯乘着赫耳墨斯所化为纯金的公羊,

κριοῦ ἐπεμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν

来到了埃厄忒斯的城邑;

1145

Ἑρμείας· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε.

它的羊皮直至今日你们仍可得见。

τὸν μὲν ἔπειτʼ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν

其后,他遵从〔公羊〕自身的劝告,

Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο

在众神中将那公羊献祭给庇护逃亡者的克罗诺斯之子宙斯。

Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν

埃厄忒斯在宫殿中接待了他,并在心中的欢悦下,

Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο.

未索聘礼便将女儿卡尔喀俄佩许配为妻。

1150

τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλʼ ὁ μὲν ἤδη

我们便是由这两人所出的子嗣。

γηραιὸς θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν·

但普里克索斯已在埃厄忒斯的宫宇中老迈而逝;

ἡμεῖς δʼ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες

我们随即遵从父亲的遗训,

νεύμεθʼ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι.

正为了阿塔玛斯的产业而前往奥尔科墨诺斯。

εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι,

若你们确实渴望知悉姓名,这位名叫库蒂索罗斯,

1155

τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷ δέ τε Φρόντις,

这位名叫普隆提斯,这位名叫梅拉斯;

τῷ δὲ Μέλας· ἐμὲ δʼ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον.’

而我自己,你们可称我为阿尔戈斯。’

ὧς φάτʼ· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο,

他如此说道;英雄领袖们因这次相遇而欢欣,

καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ἰήσων

满怀惊异地照料他们。

ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδʼ ἐπέεσσιν·

伊阿宋随即以这番合宜的话语应答道:

1160

‘ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες

‘原来你们作为我们父辈的亲族,

λίσσεσθʼ εὐμενέοντας ἐπαρκέσσαι κακότητα.2

竟向心怀好意的我们恳求救助困厄!

Κρηθεὺς γάρ ῥʼ Ἀθάμας τε κασίγνητοι γεγάασιν.

因为克瑞透斯与阿塔玛斯本是亲兄弟。

Κρηθῆος δʼ υἱωνὸς ἐγὼ σὺν τοισίδʼ ἑταίροις

而我身为克瑞透斯的孙子,

Ἑλλάδος ἐξ αὐτῆς νέομʼ ἐς πόλιν Αἰήταο.

正与这些同伴一道从赫拉斯本土前往埃厄忒斯的城邦。

1165

ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνίψομεν ἀλλήλοισιν.

然而这些事我们稍后再彼此详谈。

νῦν δʼ ἕσσασθε πάροιθεν· ὑπʼ ἐννεσίῃσι δʼ ὀίω

如今你们且先穿上衣裳;我想,在不朽诸神的指引下,

ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.’

困顿的你们正是来到了我的手中。’

ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.

他说着,便从船上取出衣服给他们穿上。

πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,

随后大家一齐前往阿瑞斯的神庙献祭羊羔;

1170

μῆλʼ ἱερευσόμενοι· περὶ δʼ ἐσχάρῃ ἐστήσαντοἐσσυμένως, ἥ τʼ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ

他们急忙伫立在以卵石砌成、

στιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστο

位于无顶神庙之外的祭坛周围。而在神殿内部,立着一块黑色的圣石,

ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο.

昔日全体亚马孙人曾向其祈祷。

οὐδέ σφιν θέμις ἦεν, ὅτʼ ἀντιπέρηθεν ἵκοιντο,

当她们从对岸前来时,

1175

μήλων τʼ ἠδὲ βοῶν τῇδʼ ἐσχάρῃ ἱερὰ καίειν·

在这座祭坛上焚烧牛羊的祭礼并不合规;

ἀλλʼ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.

她们宰献的是平日大量畜养的马匹。

αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτʼ ἐπάσαντο,δὴ τότʼ ἄρʼ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων·

但在献祭完毕、享用了备好的筵席之后,埃宋之子便在众人中开口说道:

‘Ζεὺς ἐτεῇ τὰ ἕκαστʼ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες

‘宙斯确实鉴察着每一件事;无论是敬神之人还是不义之徒,

1180

λήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι.

我们凡人都绝无法瞒过他。

ὡς μὲν γὰρ πατέρʼ ὑμὸν ὑπεξείρυτο φόνοιο

因为正如他曾将你们的父亲从继母的谋害中救出,

μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον·ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν

并在遥远异乡赐予他无尽的财富,

χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδʼ ἐπὶ νηὸς

如今他也同样使你们丝毫无损地从毁灭性的风暴中得救。你们尽可乘上这艘船,

1185

ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετʼ Αἶαν,

前往所愿去的任何地方,无论是去埃亚,

εἴτε μετʼ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο.

还是去神圣奥尔科墨诺斯的富庶之城。

τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ

因为这艘船是雅典娜所设计,

δούρατα Πηλιάδος κορυφῆς πέρι· σὺν δέ οἱ Ἄργος

用青铜在珀利翁山顶周围砍伐木材,

τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμʼ ἐκέδασσεν,

阿尔戈斯与她一同造成了此船。而你们的那艘,

1190

πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τʼ ἐνὶ πόντῳ

甚至在靠近那片狭窄海域中整日彼此撞击的岩石之前,

στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν.

恶浪便已将它彻底击碎。

ἀλλʼ ἄγεθʼ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν

来吧,因此请你们自己也作为航程的向导与助臂,

κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε

襄助我们这些渴望将金羊毛带回赫拉斯的人;

καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς

因为我此行正是为了履行普里克索斯的祭礼,

1195

στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν.’

以平息宙斯对埃俄罗斯后裔的怒火。’

ἴσκε παρηγορέων· οἱ δʼ ἔστυγον εἰσαΐοντες.οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο

他如此慰勉地说道;但他们听闻后却大为震悚。

κῶας ἄγειν κριοῖο μεμαότας,3 ὧδε δʼ ἔειπεν

因为他们认为埃厄忒斯绝不会以善意对待渴望夺走公羊毛皮之人;

Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι·

阿尔戈斯因畏惧参与这般远征,便这般开口道:

1200

‘ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτʼ ἀρωγῆς

‘朋友们,就我们的力量而言,

σχήσεται, οὐδʼ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται.

一旦有所需要,绝不会有丝毫吝于相助。

ἀλλʼ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν

然而埃厄忒斯极其可怖地充斥着毁灭性的残暴;

Αἰήτης· τῶ καὶ περιδείδια ναυτίλλεσθαι.

因此我对这趟航行深怀恐惧。

στεῦται δʼ Ἠελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχων

他自称是赫利俄斯的后裔;

1205

ἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δέ κεν Ἄρει

周围居住着无数科尔基斯人的部落;

σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι.

他的战吼与巨力甚至足以匹敌阿瑞斯。

οὐ μὰν οὐδʼ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο

若非出自埃厄忒斯之意,要夺取羊皮也绝非易事;

ῥηίδιον, τοῖός μιν ὄφις περί τʼ ἀμφί τʼ ἔρυται

有一条如此巨大的恶蟒在周围各处守护着它……’

语法注3 条
  1. 2.1135μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι

    由分词 ὀισσάμενος(“猜度、料想”)所统领的“宾格加不定式”结构。μαντοσύνας 作不定式 τελέεσθαι(此处为中动/被动态,意为“得以应验、被成就”)的逻辑主语。

  2. 2.1160γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες / λίσσεσθʼ εὐμενέοντας ἐπαρκέσσαι κακότητα

    分词短语 γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες 宜作让步(兼带惊讶语调)理解,意为“虽身为我们父辈的亲族”。动词 λίσσεσθε 后接不定式 ἐπαρκέσσαι(“救助”),其逻辑主语为分词宾格 εὐμενέοντας(隐含 ἡμέας),并以 κακότητα 作为其直接宾语。

  3. 2.1197οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο / κῶας ἄγειν μεμαότας

    由 ἔφαν(“并不认为/说”)所引出的宾格不定式句。τεύξεσθαι 是 τυγχάνω 的将来时不定式,支配人称属格 ἐνηέος Αἰήταο(“遇上善意的埃厄忒斯”)。宾格分词 μεμαότας 既统领补充不定式 κῶας ἄγειν(“带走羊毛”),又充当 τεύξεσθαι 的逻辑主语(即“渴望带走羊皮之人会遇上……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:2.1134-2.1208