- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:2.1059-2.1133
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
依照安菲达玛斯的计策,阿尔戈英雄们用盾牌和长矛遮护战船并发出呐喊,驱散了怪鸟顺利登岛。与此同时,为继承父业出航却遭海难的普里克索斯的四个儿子也漂流至该岛,长子阿尔戈斯向英雄们乞求庇护与相助。
αὐτὸς δʼ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι.
我自己便来说明我预先所想出的计策。
ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας,
你们把高扬顶缨的头盔戴在头上,
ἡμίσεες μὲν ἐρέσσετʼ ἀμοιβαδίς, ἡμίσεες δὲ
一半人轮流划桨,
δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα.
另一半人则用削光的长矛和盾牌护住战船。
αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτʼ ἀυτὴν
随后大家聚在一起齐声发出震天的呐喊,
ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται
使它们因这异乎寻常的喧嚣、
νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθʼ ὕπερθεν.
摇曳的顶缨以及头顶上方高举的枪矛而惊恐逃窜。
εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότʼ ἔπειτα
如果我们到达了岛屿本身,那时你们便伴着战呼,
σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον.’
在盾牌上击出巨大的轰鸣。’
ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐπίρροθος ἥνδανε μῆτις.
他如此说道;这条有力的计策使众人尽皆欢欣。
ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο
他们在头上戴起青铜战盔,
δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο
光芒骇人,
φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον·
其上深红色的顶缨飘拂摇曳。一部分人轮流划动双桨;
τοὶ δʼ αὖτʼ ἐγχείῃσι καὶ ἀσπίσι νῆʼ ἐκάλυψαν.
另一部分人则用长矛和盾牌将战船遮盖得严严实实。
ὡς δʼ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ,1
正如一个人用瓦片为庭院覆顶,
δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ,
既作为屋舍的美饰,又作为避雨的屏障,
ἄλλῳ δʼ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν·
瓦片与瓦片整齐而坚固地依次相嵌;
ὧς οἵγʼ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν.
他们也正是如此用盾牌紧密拼接,遮覆了战船。
οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο
正如方阵相撞、
ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες,
敌军行进的人群中所迸发出的那种喧嚣,
τοίη ἄρʼ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατʼ ἀυτή.
战船之上同样升腾起巨大的呐喊,弥散于空中。
οὐδέ τινʼ οἰωνῶν ἔτʼ ἐσέδρακον, ἀλλʼ ὅτε νήσῳ
他们不再见到任何鸟雀;
χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκʼ ἄρʼ οἵγε
但当他们靠近海岛、在盾牌上敲出巨响时,
μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο.
数万只飞鸟立刻四处惊飞,腾空而起。
ὡς δʼ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν
正如克罗诺斯之子从云层中向城邑与房屋降下密集的冰雹,
ἐκ νεφέων ἀνά τʼ ἄστυ καὶ οἰκία, τοὶ δʼ ὑπὸ τοῖσινἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες
屋下的居民听着屋顶上隆隆的撞击声静坐无言,
ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη
因为冬日的风暴并未出其不意地袭击他们,而是早已将屋宇修葺坚固;
ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον·
鸟群也正是如此,
ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες
向着他们倾泻下密集的羽翎,箭一般射向高空,
ὕψι μάλʼ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης.
越过辽阔的海面,逃往对岸大地的群山中。
τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι
菲纽斯命令这支由英雄人物组成的神圣队伍在此靠岸,
ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα
究竟有何用意?
ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι;
在他们热切的企盼中,随后又会有怎样的助益到来?
υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο
普里克索斯的儿子们乘上一艘科尔基斯的船只,
ἐξ Αἴης ἐνέοντο παρʼ Αἰήταο Κυταίου,
正从埃亚城离开库泰亚的埃厄忒斯,
Κολχίδα νῆʼ ἐπιβάντες, ἵνʼ ἄσπετον ὄλβον ἄρωνται
前往奥尔科墨诺斯城,为了继承父亲无尽的财富;
πατρός· ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον.
因为父亲在临终时曾嘱托过这段航程。
καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ.
在这一天,他们本已十分接近海岛。
Ζεὺς δʼ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι,
但宙斯激起了北风的威力使之呼啸,
ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο·
以暴雨昭示着大角星湿润多雨的轨道。
αὐτὰρ ὅγʼ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλʼ ἐτίνασσεν
白天它吹拂在群山之间,
τυτθὸν ἐπʼ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν·
轻轻摇撼着最高枝头的树叶;
νυκτὶ δʼ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα
入夜后它却化作狂暴的巨力降临海面,
κεκληγὼς πνοιῇσι· κελαινὴ δʼ οὐρανὸν ἀχλὺς
伴着呼啸的风声掀起狂涛;黑色的幽雾笼罩了天空,
ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετʼ ἰδέσθαι
云层中看不见任何明亮的星辰,
ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο.
周围一片浓浊的黑暗。
οἱ δʼ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,
普里克索斯的儿子们浑身湿透,战栗于可怕的毁灭,
υἱῆες Φρίξοιο φέρονθʼ ὑπὸ κύμασιν αὔτως.
就这样无助地被波涛推着漂荡。
ἱστία δʼ ἐξήρπαξʼ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν
狂风的威力扯碎了风帆,
νῆα διάνδιχʼ ἔαξε τινασσομένην ῥοθίοισιν.
又将被激浪颠簸的战船本身折为两截。
ἔνθα δʼ ὑπʼ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες
在那里,在诸神的指引下,他们虽只有四人,
δούρατος ὠρέξαντο πελωρίου,2 οἷά τε πολλὰ
却抓住了一根巨大的木料,在船体碎裂时,
ῥαισθείσης κεκέδαστο θοοῖς συναρηρότα γόμφοις.
许多以尖锐销钉连结的木料散落开来。
καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο,
波涛和狂暴的风势将满怀哀戚的他们送向海岛,
κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας.
勉强逃脱了死劫。
αὐτίκα δʼ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντονκαὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου
随即暴雨倾盆而下,浇灌着大海、
χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.
岛屿以及岛屿对岸强悍的莫绪诺伊基人所居住的全部土地。
τοὺς δʼ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴυἱῆας Φρίξοιο μετʼ ἠιόνας βάλε νήσου
波浪的冲力伴着坚固的木材,
νύχθʼ ὕπο λυγαίην· τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ
在幽暗的夜色下将普里克索斯的儿子们抛上了海岛的沙滩。来自宙斯的无尽雨水随着日出而止息;
λῆξεν ἅμʼ ἠελίῳ τάχα δʼ ἐγγύθεν ἀντεβόλησανἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον·
不久,两方在近处相遇,阿尔戈斯率先开口说道:
‘Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε
‘以鉴察万物的宙斯之名,我们恳求你们,
ἀνδρῶν, εὐμενέειν3 τε καὶ ἀρκέσσαι χατέουσιν.
无论你们是何方之士,请善待并援助困厄中的我们。
πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι
因为大海上暴风凶猛袭来,
νηὸς ἀεικελίης διὰ δούρατα πάντʼ ἐκέδασσαν,
彻底摧毁击碎了我们这艘破损之船的所有木料,
ᾗ ἔνι πείρομεν οἶμον ἐπὶ χρέος ἐμβεβαῶτες.
我们本乘着它航行以履行使命。
τούνεκα νῦν ὑμέας γουναζόμεθʼ, αἴ κε πίθησθε,
因此,若你们愿听从,
δοῦναι ὅσον τʼ εἴλυμα περὶ χροός, ἠδὲ κομίσσαι
我们此刻向你们屈膝哀求,施舍能蔽体的衣物,
ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι.
怜悯不幸中同龄的人并予以照料。
ἀλλʼ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε
请看在庇护异客与恳请者的宙斯之分上,
ξεινίου Ἱκεσίου τε· Διὸς δʼ ἄμφω ἱκέται τε
敬重身为异邦恳请者的我们;
καὶ ξεῖνοι· ὁ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται.’
因为恳请者与异客皆属宙斯,想必他也正在鉴察着我们。’
- 2.1073ὡς δʼ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ
在史诗明喻中,从属于 ὅτε 的动词 κατερέψεται 是带有短连接元音的不定过去时虚拟式(形式与将来时直陈式相同),用作通则虚拟式(gnomic subjunctive),描述一般性或经常性的情形。
- 2.1111δούρατος ὠρέξαντο πελωρίου
动词 ὀρέγομαι(伸手抓取)支配表示所触碰或抓取对象的属格(δούρατος πελωρίου)。句中与让步分词 πίσυρές περ ἐόντες(“尽管他们有四人”)形成对照,突显出四人共同紧抓一根巨木求生的危急景象。
- 2.1123Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε ἀνδρῶν, εὐμενέειν
祈求动词 ἄντομαι 搭配表示发誓借引的介词短语(πρὸς + 属格,“以鉴察万物的宙斯之名”),并接不定式 εὐμενέειν(“请施以好意”)。祈请的对象通过关系从句 οἵτινές ἐστε ἀνδρῶν(“无论你们是何方之士”)体现,在语义上兼作呼求的宾语及不定式的主语。
