§1Δικαιοσύνη ἐστὶν ἡ πασῶν τῶν ἐντολῶν πλήρωσις.
正義とは、すべての戒めの成就である。
— Οὐ δύναται ἡ ἀνθρωπίνη φύσις αὐτὸ καθαρῶς τὸ δίκαιον [ἐν] ψυχῇ θεάσασθαι, τὰ πολλὰ τῷ λογισμῷ ἀμβλυώττουσα. — Ὡς ἔοικεν ἡ δικαιοσύνη τετράγωνός ἐστι πάντοθεν ἴση καὶ ὁμοία.
— 人間の本性は、その理性において多くの点で目が曇っているため、魂の中で正義そのものを純粋に観照することはできない、 — 思われるに、正義は四角形であり、四方すべてにおいて等しく、かつ一様である。
— Ἡ τοῦ θεοῦ δικαιοκρισία ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται καὶ οἷάπερ ἂν τὰ παρ' ἡμῶν ᾖ, τοιαῦτα ἡμῖν ἐκ τῶν ὁμοίων ἀντιπαρέχεται.
— 神の義なる審判は私たちの心のありように類似せしめられ、私たちの側からのものがどのようなものであれ、そのようなものを、同様なものから、私たちに対して報いとして与える。
§2Πονηρία ἀρετήν τε καὶ ἑαυτὴν οὐδέποτε ἂν γνοίη.
邪悪さは、徳をも自分自身をも、決して認識することはないだろう。
§32Μή πως ἄρα αἱ τρεῖς αὗται τῶν προγόνων κεφαλαὶ πάσης τῆς ἀνθρωπότητος ὁμοούσιοι ὑποστάσεις κατ' εἰκόνα τινά, ὡς καὶ Μεθοδίῳ δοκεῖ, τυπικῶς γεγόνασι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, τοῦ μὲν ἀναιτίου καὶ ἀγεννήτου Ἀδὰμ τύπον καὶ εἰκόνα ἔχοντος τοῦ ἀναιτίου καὶ πάντων αἰτίου παντοκράτορος θεοῦ καὶ πατρός, τοῦ δὲ γεννητοῦ υἱοῦ αὐτοῦ εἰκόνα προδιαγράφοντος τοῦ γεννητοῦ υἱοῦ καὶ λόγου τοῦ θεοῖ, τῆς δὲ ἐκπορευτῆς Εὕας σημαινούσης τὴν τοῦ ἁγίου πνεύματος ἐκπορευτὴν ὑπόστασιν.
もしかすると、全人類の先祖であるこれら三つの頭が、メトディオスも考えているように、ある種の像に従って、聖にして同一本質なる三位一体の型として作られたのではないだろうか。
すなわち、原因がなく生まれなかったアダムが、無因にして万物の原因である全能の神にして父の型と像を有し、彼の生まれた息子が、生まれた神の御子にしてロゴスの像をあらかじめ描き出し、発出したエヴァが、聖霊の発出するヒュポスタシスを示していることによって。
§4Εἴη ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν σοφία.
あなたがたが沈黙することができますように、そうすればそれはあなたがたにとって知恵となるでしょう。