Humanitext Reader

シドンのドロテウス · 古代断片集 §1-25

十二星座が支配する地域と諸惑星の配分

1 / 1 箇所 · ギリシア語

要旨

ヘファイスティオンが引用するドロテオスの占星詩。前半は黄道十二星座が支配・影響を及ぼす地上の諸地域(clima)を順に歌い、後半は各星座における「境界(ターム)」の支配度数や、トリプリシティ(三分主)の昼夜の支配星、各天体が「喜ぶ」星座、各天体の「高揚」と「下降」の正確な度数を説明する。

§1## ΕΚ ΤΩΝ ΔΩΡΟΘΕΟΥ. Ἡφαιστίωνος τοῦ Θηβαίου ἐκ τοῦ πρώτο περὶ τῶν καταρχῶν: ἐκ τῶν Δωροθέου.
## ドロテオスの書からの抜粋テバイのヘファイスティオンの『始動について』第一巻より。 ドロテオスの書からの抜粋。
§2Κριός.
牡羊座。
Ἀρχαίη Βαβυλὼν Τυρίου Βήλοιο πόλισμα, ὕστατα δʼ Ἀρραβίης, γείτων χθονὸς Αἰγύπτοιο.
古代バビロン、ティロスのベロスが築きし町、アラビアの最果て、エジプトの地の隣国。
§3Ταῦρος.
牡牛座。
Θηρὶ δʼ ὑπέστρωται κλίμα Μηδικὸν Ἀρραβίη τε, ἠδὲ καὶ εὐβώλοιο καλὸν πέδον Αἰγύπτοιο.
この獣の下には、メディアの地域とアラビア、そして肥沃なるエジプトの美しき平野が横たわる。
§4Δίδυμοι.
双子座。
Ἔστι δὲ φωνῆεν κλίμα Καππαδοκῶν ὑπὸ τῷδε, ἠδέ τε Περαιβῶν καὶ Φοινίκων θεοτεύκτων.
これの下には、カッパドキア人の声高き地域があり、またペライボイ人の地と、神の造りしフェニキア人の地がある。
§5Καρκίνος.
蟹座。
Τῷ δʼ ὕπο Θρηίκων τε καὶ Αἰθιόπων κλίμα κεῖται.
この下には、トラキア人とエチオピア人の地域が位置する。
§6Λέων.
獅子座。
Τῷ δʼ ὑπόκει θ᾿ Ἑλλὰς Φρυγίη δʼἅμα καὶ στόμα Πόντου.
この下には、ヘラスとフリギア、そして同時にポントスの河口が位置する。
§7Παρθένος.
乙女座。
δʼ ὕπο πᾶσα Ῥόδος καὶ Κυκλάδες ἄμμιγα νῆσοι, καὶ δρυὸς ὠγυγίης ἄκῤ Ἀρκάδες ἄνδρες ἔδοντες, καὶ βαθυδινήταο μέγας ῥόος Ὠκεανοῖο, καὶ κλίμʼ Ἀχαιικὸν ἔσκε Λακωνίδος ἠδὲ Λακώνων.
[これの]下には、ロドス島全体と、入り混じるククラデス諸島、また太古のカシの木の実を食べるアルカディアの男たち、深く渦巻くオケアノスの大いなる流れ、そしてラコニカとラコネス人のアカイアの地域がある。
§8Ζυγός.
天秤座。
κλίμα Κυρήνης ὑπὸ χηλαῖς, Ἰταλίη χώρη τε πέλει πλάστιγγας ὑπʼ αὐτάς.
[これの]ハサミの下にはキュレネの地域があり、イタリアの地はその天秤の真下にある。
§9Σκορπίος.
蠍座。
ὑπὸ δʼ αὐτῷ ἔπλετο πᾶσα Καρχηδὼν Τυρίης Διδοῦς ὕπο δωμηθεῖσα, Ἄμμωνος Λιβύη, σύν τʼ οἴδματι Σικελίη χθών.
これの下には、ティロスのディドによって築かれしカルタゴの全土、アンモンのリビア、そして波打つ海を伴うシケリアの地がある。
§10Τοξότης.
射手座。
Ἔστρωται δʼ ὑπὸ τῷδε βαθυπλούτων κλίμα Γάλεων, καὶ Κρήτη Κρονίδαο Διὸς τροφός, ᾗχί τε μύστης ἁρπαγίμης ὑμέναιος ἔφυ κρατερῆς Εὐρώπῃς·
これの下には、きわめて富めるガリア人の地域、そしてクロノスの子ゼウスの乳母たるクレタ島が横たわっており、そこでは強きエウロペの略奪された婚礼が神秘として行われた。
τῷ δʼ ὕπο Κιμμερίη τέταται χθὼν ἡ πανέρημος.
またその下には、完全に荒廃したキンメリアの地が広がっている。
Ἐκ τῶν τοῦ αὐτοῦ Δωροθέου περὶ ὁρίων.
同一著者ドロテオスの『境界について』より。
§11Κριός.
牡羊座。
Ἓ δʼ ὁρίων ἐπέχει μοίρας Φαέθων ἐνὶ τούτῳ τὰς πρώτας, μετέπειτα δʼ ἴσας λάχεν ἡ Κυθέρεια, ὀκτὼ δὲ Στίλβων τρίτατος, Πυρόεις δέ τε πέντε·
ファエトンがこれにおける境界の最初の6度を占め、次にキテレイアが同数を得る。 3番目にスティルボンが8度を、ピロエイスが5度を占める。
τὰς δʼ ὑπολειπομένας ἔλαχεν Φαίνων ἴσα Θούρῳ.
そして残りの度数を、ファイノンがピロエイスと同数だけ得る。
§12Ταῦρος.
牡牛座。
Ὀκτὼ δʼ ἔλλαχε τὰς πρώτας μοίρας Κυθέρεια ἐν τούτῳ·
キテレイアがこれにおける最初の8度を得る。
Στίλβων δὲ μετʼ αὐτὴν ἔλλαχε μοίρας δὶς τρεῖς, καὶ Φαέθων ἔλαχʼ ὀπτώ, πέντε δὲ Φαίνων·
スティルボンは彼女の後に2の3倍の度数を得、ファエトンが8度、ファイノンが5度を得る。
τὰς δʼ ὑπολειπομένας ἔλαχεν Πυρόεις μετὰ τούσδε.
そしてこれらの後に、ピロエイスが残りの度数を得る。
§13Δίδυμοι.
双子座。
Στίλβων ἐν τούτῳ προτέρας ἓξ ἔλλαχε μοίρας, τὰς δʼ ἴσας Φαέθων, τριτάτη Παφίη λάχε πέντε, ἑπτὰ δὲ θοῦρος Ἄρης, ἓξ δʼ αὖ Φαίνων μετέπειτα.
スティルボンがこれにおいて最初の6度を得、ファエトンがそれと同数を得る。 3番目にパピアが5度を得、猛きアレスが7度を得、その後にファイノンが再び6度を得る。
§14Καρκίνος.
蟹座。
Ἑπτὰ δὲ τὰς προτέρας ὁρίων μοίρας λάχε Θοῦρος ἐν τούτῳ, μετέπειτα καὶ ἓξ λάχεν ἡ Κυθέρεια, τὰς δʼ ἴσας Ἑρμῆς, φαέθων Ζεὺς ἑπτὰ μετʼ αὐτόν, δὶς δὲ δύω πυμάτας ἔλαχε Κρόνος ἀγκυλομήτης.
ピロエイスがこれにおいて境界の最初の7度を得、その後にキテレイアが6度を、スティルボンが同数を得る。 その後に輝くゼウスが7度を得、狡知なるクロノスが最後の2の2倍を得る。
§15Δέων.
獅子座。
Ἓξ δʼ ἐπέχει Φαέθων προτέρας μοίρας ἐνὶ τούτῳ, πέντε δʼ ἔχει Παφίη·
ファエトンがこれにおいて最初の6度を占め、パピアが5度を持つ。
Φαίνων δʼ ἔχει ἑπτὰ μετ᾿ αὐτήν, ἓξ δʼ ἔχει Ἑρμείας, πυμάτας δʼ ἓξ ἔλλαχεν Ἄρης.
彼女の後にファイノンが7度を持ち、ヘルメイアスが6度を持ち、アレスが最後の6度を得る。
§16Παρθένος.
乙女座。
Ἑπτὰ δὲ τὰς προτέρας ἔλαχε Στίλβων πάλι ταύτης, καὶ δέκα Κύπρις ἔχει μοίρας, Φαέθων δὲ μετʼ αὐτὴν τέσσαρας, ἑπτὰ δʼ Ἄρης· πυμάτας δύο δʼ ἔλλαχε Φαίνων.
スティルボンが再びこれの最初の7度を得、キプリスが10度を持つ。 彼女の後にファエトンが4度、アレスが7度を持ち、ファイノンが最後の2度を得る。
§17Ζυγός.
天秤座。
Ἕξ δʼ ὁρίων μοίρας ἔλαχεν Φαίνων ἐνὶ τούτῳ, ὀκτὼ δὲ στίλβων ἀστὴρ μέγας Ἑρμάωνος, ἑπτὰ δὲ Ζεὺς φαέθων, Παφίη δʼ ἴσας λάχεν ἑπτά·
ファイノンがこれにおいて境界の6度を得、ヘルマオンの大いなる星スティルボンが8度を、輝くゼウスが7度を、パピアが同数の7度を得る。
τὰς δʼ ὑπολειπομένας δισσὰς λάχεν Ἄρεος ἀστήρ.
アレスの星が残りの2度を得る。
§18Σκορπίος.
蠍座。
Ἑπτὰ δέ τοι μοίρας ὁρίων Πυρόεις λάχε τούτου, τέσσαρας αὖ Παφίη, ὀκτὼ Στίλβων, μετέπειτα πέντε Ζεὺς φαέθων, πυμάτας δʼ ἓξ ἔλλαχε Φαίνων.
ピロエイスがこれの境界の7度を得、さらにパピアが4度を、スティルボンが8度を得る。 その後に輝くゼウスが5度を得、ファイノンが最後の6度を得る。
§19Τοξότης.
射手座。
Δώδεκα δὲ προτέρας Φαέθων μοίρας λάχε τούτου, πέντε δέ τοι Παφίη·
ファエトンがこれの最初の12度を得、パピアが5度を得る。
τρίτατος στίλβων μετὰ τούσδε τέσσαρας Ἑρμείας ἔλαχεν, Φαίνων δέ τε πέντε·
これらの後に3番目として、ヘルメイアスが4度を得、ファイノンが5度を得る。
τὰς δʼ ὑπολειπομένας Ἄρης λάχε δὶς δύο μοίρας.
アレスが残りの2の2倍の度数を得る。
§20Αἰγόκερως.
磨羯座。
Ἑπτὰ δὲ τὰς πρώτας ἔλαχε Στίλβων πάλι μοίρας, ἑπτὰ δέ τοι Φαέθων, δὶς τέσσαρας ἡ Κυθέρεια, Φαίνων δὶς δύʼ ἔχει, πυμάτας δʼ Ἄρης ἴσα τούτῳ.
スティルボンが再び最初の7度を得、ファエトンが7度を、キテレイアが2の4倍を、ファイノンが2の2倍を持ち、アレスがこれと同数の最後を持つ。
§21Ὑδροχόος.
宝瓶座。
Ἑπτὰ δὲ τὰς προτέρας Ἑρμῆς λάχεν· εἶτα μετʼ αὐτὸν ἓξ μοίρας Κύπρις·
ヘルマスが最初の7度を得、彼の後にキプリスが6度を得る。
Φαέθων μετέπειτα λάχʼ ἑπτά, πέντε δὲ θοῦρος Ἄρης, πυμάτας δὲ Κρόνος λάχε πέντε.
その後にファエトンが7度を得、猛きアレスが5度を、クロノスが最後の5度を得る。
§22Ἰχθύες.
双魚座。
Δώδεκα δὲ προτέρας μοίρας λάχε Κύπρις ἁπάσας, δὶς δὲ δύω Φαέθων, Στίλβων τρεῖς, ἐννέα Θοῦρος·
キプリスが最初の12度をすべて得、ファエトンが2の2倍を、スティルボンが3度を、ピロエイスが9度を得る。
τὰς δʼ ὑπολειπομένας δισσὰς Φαίνων λάχε μοίρας.
そして残りの2度をファイノンが得る。
§23Δωροθέου περὶ τριγώνων.
ドロテオスのトリゴンについて。
Κριὸς χαιτήεις τε Λέων τόξοιό τε Ῥυτὴρ ἤματος Ἠελίοιο, Διὸς δέ τε νυκτὸς ἔασιν ἀλλάγδην·
たてがみある牡羊座と獅子座、そして弓を引く射手座は、昼は太陽、夜はゼウスのものであり、交互に交替する。
αἰνὸς δὲ Κρόνος τριτάτην λάχεν αἶσαν Ταύρου·
また恐るべきクロノスが3番目の割り当てを得た。
Παρθενικῆς δὲ καὶ Αἰγόκερω κρατέουσιν ἤματος Ἀφρογενής, νυκτὸς δέ τε δῖα Σελήνη, καὶ τρίτατος μετὰ τοῖσι θεὸς πολέμοισιν ἀνάσσων·
牡牛座、乙女座、そして磨羯座を支配するのは、昼はアフロゲネス、夜は神聖なる月であり、これらとともに3番目は戦争を統べる神である。
ἐν δέ νυ Παρθενικῇ Μαίης προσλάμβανε κοῦρον.
さらに乙女座においては、マイアの息子が加わる。
ἐν Διδύμοις Ζυγῷ τε καὶ Ὑδροχόῳ κρυόεντι ἠμάτιος Φαίνων, ἀτὰρ ἔννυχος Ἀργειφόντης· τούτων δʼ ὑστατίην Κρονίδης μοιρήσατο τάξιν.
双子座、天秤座、そして冷たき宝瓶座においては、昼はファイノン、夜はアルゲイポンテスであり、クロノスの子がこれらの最後の順位を分け与えられた。
Καρκίνον αὖτε λάχεν καὶ Σκορπίον ἠδέ τε λοίσθους Ἰχθύας ἠματίη Κύπρις. Πυρόεις δέ τε νυκτός, καὶ μετὰ τοὺς ἑλικῶπις ἔχει βασίλισσα Σελήνη.
一方、蟹座、蠍座、そして最後の双魚座は、昼はキプリスが得、夜はピロエイスが、そしてこれらの後に美眸の女王たる月が占める。
§24Τοῦ αὐτοῦ ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες.
同一著者天体たちが喜ぶ場所について。
Αἱρετοὶ ἐκ τούτων μᾶλλον Κρόνος εἰν Ὑδροχῆι, Ζεὺς δʼ ἐνὶ Τοξευτῇ, καὶ Σκορπίῳ ἥδεται Ἄρης·
これらの中で、より好ましいものとして、クロノスは水瓶座において、ゼウスは射手座において、アレスは蠍座において喜ぶ。
Κύπρις δʼ ἐν Ταύρῳ γάνυται νόον, ἐν δέ νυ Κούρῃ Ἑρμείας·
キプリスは牡牛座でその心を楽しませ、ヘルメイアスは乙女においてそうする。
εἷς δʼ ἔστι δόμος φωστῆρος ἑκάστου.
それぞれの光を放つものにとって、これが一つの家である。
§25Τοῦ αὐτοῦ περὶ ὑψωμάτων.
同一著者高揚について。
Ἡέλιος Κριοῖο κατʼ ἐννέα καὶ δέκα μοίρας ὑψοῦται, Μὴνη δὲ περὶ τριτάτην Ταύροιο, εἰκοστῇ δὲ μιῇ Ζυγοῦ Κρόνος·
太陽は牡羊座の19度において高揚し、月は牡牛座の3度あたりにおいて、クロノスは天秤座の21度において高揚する。
Αἰγίοχος δὲ Καρκίνου ἐν δεκαπέντε, καθʼ ἑβδομάδας δὲ τετάρτας Ἄρης Αἰγόκερω, περὶ δʼ ἐννέα τρισσάκι Κύπρις Ἰχθύσι, Παρθενικῆς δὲ τρίτην κατὰ πεντάδα Ἑρμῆς·
アイギオコスは蟹座の15度において、アレスは磨羯座で4の7倍において、キプリスは双魚座で9の3倍のあたりにおいて、ヘルメスは乙女座の3番目の5において高揚する。
αἱ δὲ ταπεινώσεις ὑψώμασιν ἐν διαμέτρῳ.
そして下降は、高揚の位置から直径上にある。

語釈・文法注

  1. §7δʼ ὕπο — 前文(§6)の動詞 `ὑπόκειται`(または `κεῖται`)が省略されており、主格の固有名詞群(`Ῥόδος`, `Κυκλάδες`, `Ἀρκάδες ἄνδρες` 等)がその主語となっている。
  2. §11ἴσα Θούρῳ — 「アレス(火星)と同等に」を意味する。中性複数対格の `ἴσα` が副詞的に機能し、連動する与格 `Θούρῳ`(猛き者、アレスの異名)を伴っている。
  3. §23ἤματος — 時の属格。「昼の間に」を意味する。直後の `νυκτός`(夜の間に)と対比的に用いられている。
  4. §25ἑβδομάδας δὲ τετάρτας — 「4つの7倍」を意味する乗数表現。磨羯座における火星の高揚度数である28度を指す。
  5. §25τρίτην κατὰ πεντάδα — 「3番目の5倍」を意味する乗数表現。乙女座における水星の高揚度数である15度を指す。

この箇所を引用する

シドンのドロテウス, 古代断片集 §1-25. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg1337.tlg003.humanitext-grc1:1-25

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。