§1## ΠΕΡΙ ΠΑΡΘΕΝΙΩΝ.
1. Ἀρχή μοι τῆς ξυνθέσιος τῶν αἰειγενέων ἰητρίκῆς·
処女の病について 1. 私にとって、永遠なるものに関する医術の集成の端緒は以下の通りである。
οὐ γὰρ δυνατὸν τῶν νουσημάτων τὴν φύσιν γνῶναι, ὅ πέρ ἐστι τῆς τέχνης ἐξευρεῖν, ἢν μὴ γνῷ τὴν ἐν τῷ ἀμερεῖ κατὰ τὴν ἀρχὴν, ἐξ ἧς διέκρίθη.
なぜなら、病の自然を知ることは、それが医術の探求すべきことなのであるが、その自然が、そこから分化してきた根源に従う、分割不可能な状態における自然を知らない限り、不可能だからである。
Πρῶτον περὶ τῆς ἱερῆς νούσου καλεομένης, καὶ περὶ τῶν ἀποπλήκτων, καὶ περὶ τῶν δειμάτων, ὁκόσα φοβεῦνται οἱ ἄνθρωποι ἰσχυρῶς, ὥστε παραφρονέειν καὶ ὁρῇν δοκέειν δαίμονάς τινας ἐφ’ ἑωυτῶν δυσμενέας, ὁκότε μὲν νυκτὸς, ὁκότε δὲ ἡμέρῃς, ὁκότε δὲ ἀμφοτέρῃσι τῇσιν ὥρῃσιν·
まず、いわゆる神聖病について、また卒中について、さらに人間が激しく恐れる恐怖の数々について述べる。 その恐怖のために人は正気を失い、夜であれ、昼であれ、あるいはその両方の時間帯であれ、自分たちに対して敵意を抱くある種の悪霊が目の前に現れるのを見るように思われる。
ἔπειτα ἀπὸ τῆς τοιαύτης ὄψιος πολλοὶ ἤδη ἀπηγχονίσθησαν, πλέονες δὲ γυναῖκες ἢ ἄνδρες·
そして、このような幻視のために、すでに多くの者が首を吊って死んでおり、男性よりも女性の方が多い。
ἀθυμοτέρη γὰρ καὶ ὀλιγωτέρη ἡ φύσις ἡ γυναικείη.
女性の自然はより弱気で、より脆弱だからである。
Αἱ δὲ παρθένοι, ὁκόσῃσιν ὥρη γάμου, παρανδρούμεναι, τοῦτο μᾶλλον πάσχουσιν ἅμα τῇ καθόδῳ τῶν ἐπιμηνίων, πρότερον οὐ μάλα ταῦτα κακοπαθέουσαι·
そして結婚の年齢に達していながら未婚のままでいる処女たちは、月経の開始とともにこの症状をより強く被る。 それ以前にはこれらのことでこれほど苦しむことはない。
ὕστερον γὰρ τὸ αἷμα ξυλλείβεται ἐς τὰς μήτρας, ὡς ἀποῤῥευσόμενον·
なぜなら、のちに血液は、排出されるものとして子宮へと流れ下るからである。
ὁκόταν οὖν τὸ στόμα τῆς ἐξόδου μὴ ᾖ ἀνεστομωμένον, τὸ δὲ αἷμα πλέον ἐπιῤῥέῃ διά τε τὰ σιτία καὶ τὴν αὔξησιν τοῦ σώματος, τηνικαῦτα οὐκ ἔχον τὸ αἷμα ἔκρουν ἀναΐσσει ὑπὸ πλήθεος ἐς τὴν καρδίην καὶ ἐς τὴν διάφραξιν·
それゆえ、出口の口が開いておらず、食事や身体の発育のために血液がより多く流れ込むとき、そのとき流出路を持たない血液は、その多さのために、心臓と横隔膜へと急激に上昇する。
ὁκόταν οὖν ταῦτα πληρωθέωσιν, ἐμωρώθη ἡ καρδίη· εἶτα ἐκ τῆς μωρώσιος νάρκη· εἶτ’ ἐκ τῆς νάρκης παράνοια ἔλαβεν.
それゆえ、これらの部位が満たされると、心臓は麻痺し、次いでその麻痺から昏睡が生じ、次いでその昏睡から狂気が生じるのである。
Ὥσπερ ὁκόταν καθημένου πουλὺν χρόνον τὸ ἐκ τῶν ἰσχίων καὶ μηρῶν αἷμα ἀποπιεχθὲν ἐς τὰς κνήμας καὶ τοὺς πόδας νάρκην παράσχῃ·
それはちょうど、長い間座っているときに、臀部や大腿部からの血液が圧迫されて、脛や足へと流れ下り、しびれを引き起こすのと同様である。
ὑπὸ δὲ τῆς νάρκης ἀκρατέες οἱ πόδες ἐς ὁδοιπορίην γίνονται, ἔστ’ ἂν ἀναχωρήσῃ τὸ αἷμα ἐς ἑωυτό·
このしびれのために足は歩行不能になるが、血液が元に戻るまでそうである。
ἀναχωρέει δὲ τάχιστα, ὁκόταν ἀναστὰς ἐν ὕδατι ψυχρῷ τέγγῃ τὸ ἄνω τῶν σφυρῶν.
そして、立ち上がって冷たい水の中に足首の上まで浸すと、血液は最も速やかに元に戻る。
Αὕτη μὲν οὖν ἡ νάρκη εὐήνιος, ταχὺ γὰρ παλιῤῥοεῖ διὰ τὴν ἰθύτητα τῶν φλεβῶν, καὶ ὁ τόπος τοῦ σώματος οὐκ ἐπίκαιρος·
このしびれは御しやすい。 静脈がまっすぐ通っているために血液が速やかに逆流し、身体の部位も生命に関わる場所ではないからである。
ἐκ δὲ τῆς καρδίης καὶ τῶν φρενῶν βραδέως παλιῤῥοεῖ·
しかし、心臓や横隔膜からは逆流するのが遅い。
ἐπικάρσιαι γὰρ αἱ φλέβες καὶ ὁ τόπος ἐπίκαιρος ἔς τε παραφροσύνην καὶ μανίην ἕτοιμος.
なぜなら、そこにある静脈は横に走っており、その部位は生命に関わり、せん妄や狂気に陥りやすいからである。
Ὁκόταν δὲ πληρωθέωσι ταῦτα τὰ μέρεα, καὶ φρίκη ξὺν πυρετῷ ἀναΐσσει·
そして、これらの部位が満たされると、悪寒が発熱とともに急激に生じる。
πλανήτας τοὺς πυρετοὺς καλέουσιν.
人々はこの発熱を徘徊熱と呼んでいる。
Ἐχόντων δὲ τουτέων ὧδε, ὑπὸ μὲν τῆς ὀξυφλεγμασίης μαίνεται, ὑπὸ δὲ τῆς σηπεδόνος φονᾷ, ὑπὸ δὲ τοῦ ζοφεροῦ φοβέεται καὶ δέδοικεν, ὑπὸ δὲ τῆς περὶ τὴν καρδίην πιέξιος ἀγχόνας κραίνουσιν, ὑπὸ δὲ τῆς κακίης τοῦ αἵματος ἀλύων καὶ ἀδημονέων ὁ θυμὸς κακὸν ἐφέλκεται·
状況がこのようになると、急性の炎症のために患者は発狂し、腐敗のために殺人衝動に駆られ、暗闇のために怯えて恐れ、心臓周辺の圧迫のために首を吊り、血液の悪質さのためにうろたえ、うつむく心が災いを引き寄せる。
ἕτερον δὲ καὶ φοβερὰ ὀνομάζει· καὶ κελεύουσιν ἅλλεσθαι καὶ καταπίπτειν ἐς τὰ φρέατα καὶ ἄγχεσθαι, ἅτε ἀμείνονά τε ἐόντα καὶ χρείην ἔχοντα παντοίην·
また、彼女は何か別の恐ろしいものの名前を呼び、井戸に飛び降りたり身を投げたりして首を吊るように命じられる。 あたかもそれがより良いことであり、あらゆる実用性を持っているかのように。
ὁκότε δὲ ἄνευ φαντασμάτων, ἡδονή τις, ἀφ’ ἧς ἐρᾷ τοῦ θανάτου ὥσπέρ τινος ἀγαθοῦ.
また幻視がないときには、ある種の快楽が生じ、それによって死を何か良いものであるかのように切望する。
Φρονησάσης δὲ τῆς ἀνθρώπου, τῇ Ἀρτέμιδι αἱ γυναῖκες ἄλλα τε πολλὰ, ἀλλὰ δὴ καὶ τὰ πουλυτελέστατα τῶν ἱματίων καθιεροῦσι τῶν γυναικείων, κελευόντων τῶν μάντεων, ἐξαπατεώμεναι.
その女性が正気を取り戻すと、女たちは占い師たちの命令に従って騙され、アルテミスに他の多くのもの、特に最も高価な女物の衣服を奉納する。
Ἡ δὲ τῆσδε ἀπαλλαγὴ, ὁκόταν τι μὴ ἐμποδίζῃ τοῦ αἵματος τὴν ἀπόῤῥυσιν.
この病からの解放は、血液の流出を妨げるものが何もないときに生じる。
Κελεύω δ’ ἔγωγε τὰς παρθένους, ὁκόταν τὸ τοιοῦτον πάσχωσιν, ὡς τάχιστα ξυνοικῆσαι ἀνδράσιν·
私自身は、処女たちがこのような症状を被るときには、できるだけ早く男性と結婚することを勧める。
ἢν γὰρ κυήσωσιν, ὑγιέες γίνονται·
なぜなら、もし妊娠すれば彼女たちは健康になるからである。
εἰ δὲ μὴ, ἢ αὐτίκα ἅμα τῇ ἥβῃ ἢ ὀλίγον ὕστερον ἁλώσεται, εἴπερ μὴ ἑτέρῃ νούσῳ·
もしそうでなければ、思春期と同時か、あるいはその少し後に、もし他の病にかからなければ、この病に捉えられることになる。
τῶν δὲ ἠνδρωμένων γυναικῶν αἱ στεῖραι μἅλλον ταῦτα πάσχουσιν.
結婚した女性のうちでは、不妊の女性がこの症状をより被りやすい。