§1Χάρων
Εἶεν, ὦ Κλωθοῖ, τὸ μὲν σκάφος τοῦτο ἡμῖν πάλαι εὐτρεπὲς καὶ πρὸς ἀναγωγὴν εὖ μάλα παρεσκευασμένον·
Charon よし、クロトよ。 我々のこのボートはとっくに準備が整い、出航のためにじゅうぶん仕上がっている。
ὅ τε γὰρ ἄντλος ἐκκέχυται καὶ ὁ ἱστὸς ὤρθωται καὶ ἡ ὀθόνη παρακέκρουσται καὶ τῶν κωπῶν ἑκάστη τετρόπωται, κωλύει τε οὐδέν, ὅσον ἐπʼ ἐμοί, τὸ ἀγκύριον ἀνασπάσαντας ἀποπλεῖν.
汚水は汲み出され、マストは立てられ、帆は張られ、櫂はそれぞれ革紐で留められている。 私に関する限り、錨を上げて出航することを妨げるものは何もない。
ὁ δὲ Ἑρμῆς βραδύνει, πάλαι παρεῖναι δέον·
だが、ヘルメスが遅れている。 とっくに来ているべきなのに。
κενὸν γοῦν ἐπιβατῶν, ὡς ὁρᾷς, ἔστι τὸ πορθμεῖον τρὶς ἤδη τήμερον ἀναπεπλευκέναι δυνάμενον·
実際、乗客は空で、ご覧の通り、今日すでに3往復はできたはずの渡し船が空のままだ。
καὶ σχεδὸν ἀμφὶ βουλυτόν ἐστιν, ἡμεῖς δὲ οὐδέπω οὐδὲ ὀβολὸν ἐμπεπολήκαμεν.
もうすぐ牛を解く時間(夕方)だというのに、我々はまだ1オボロスさえ稼いでいない。
εἶτα ὁ Πλούτων εὖ οἶδα ὅτι ἐμὲ ῥᾳθυμεῖν ἐν τούτοις ὑπολήψεται, καὶ ταῦτα παρʼ ἄλλῳ οὔσης τῆς αἰτίας.
それなのに、プルトンはこうした事態において私が怠けているのだと思うに違いない。 それも、原因は他にあるというのに。
ὁ δὲ καλὸς ἡμῖν κἀγαθὸς νεκροπομπὸς ὥσπερ τις ἄλλος καὶ αὐτὸς ἄνω τὸ τῆς Λήθης ὕδωρ πεπωκὼς ἀναστρέψαι πρὸς ἡμᾶς ἐπιλέλησται, καὶ ἤτοι παλαίει μετὰ τῶν ἐφήβων ἢ κιθαρίζει ἢ λόγους τινὰς διεξέρχεται ἐπιδεικνύμενος τὸν λῆρον τὸν αὑτοῦ, ἢ τάχα που καὶ κλωπεύει ὁ γεννάδας παρελθών·
我々のあの麗しき死者先導者は、まるで他の誰かのように、自分自身もあちらでレテの水を飲んで我々のもとに戻るのを忘れてしまったかのようだ。 そして若者たちとレスリングをしているか、竪琴を弾いているか、あるいは自らのくだらないおしゃべりを披露して何かしらの議論を繰り広げているか、あるいは、もしかするとあの高貴なお方は道すがら泥棒でもしているのかもしれない。
μία γὰρ αὐτοῦ καὶ αὕτη τῶν τεχνῶν.
それも彼の技術の一つなのだから。
ὁ δʼ οὖν ἐλευθεριάζει πρὸς ἡμᾶς, καὶ ταῦτα ἐξ ἡμισείας ἡμέτερος ὤν.
とにかく、彼は我々に対して勝手気ままに振る舞っている。 しかも、半分は我々のものであるというのに。
§2Κλωθώ
τί δὲ οἶδας, ὦ Χάρων, εἴ τις ἀσχολία προσέπεσεν αὐτῷ, τοῦ Διὸς ἐπὶ πλέον δεηθέντος ἀποχρήσασθαι πρὸς τὰ ἄνω πράγματα;
Clotho だがカロン、彼に何か用事が生じて、ゼウスが地上の事柄のために彼をさらに長く使おうと求めたのだと、どうしてわかるの?
δεσπότης δὲ κἀκεῖνός ἐστιν.
あの方もまた主人なのだから。
Χάρων
ἀλλʼ οὐχ ὥστε, ὦ Κλωθοῖ, πέρα τοῦ μέτρου δεσπόζειν κοινοῦ κτήματος, ἐπεὶ οὐδὲ ἡμεῖς ποτε αὐτόν, ἀπιέναι δέον, κατεσχήκαμεν.
Charon だがクロトよ、共同の所有物を限度を超えて支配するほどであってはならない。 我々だって、彼が行くべき時に引き留めたことは一度もないのだから。
ἀλλʼ ἐγὼ οἶδα τὴν αἰτίαν·
だが、私には理由がわかっている。
παρʼ ἡμῖν μὲν γὰρ ἀσφόδελος μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ δʼ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ καὶ τὸ νέκταρ ἄφθονον·
我々のところではアスフォデロス(アサガオ)と注ぎ物と供物と生贄の餅だけで、あとは暗闇と霧と闇。 だが天には明るいものばかりで、アンブロシアも豊富、ネクタルもふんだんにある。
ὥστε ἥδιον παρʼ ἐκείνοις βραδύνειν ἔοικε.
だから、あちらの人々のところでぐずぐずしている方が心地よいのだろう。
καὶ παρʼ ἡμῶν μὲν ἀνίπταται καθάπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδιδράσκων·
我々のところからは、まるで牢獄から逃げ出すかのように飛び去っていく。
ἐπειδὰν δὲ καιρὸς κατιέναι, σχολῇ καὶ βάδην μόγις ποτὲ κατέρχεται.
だが、下りてくるべき時になると、ゆっくりと歩みを進め、ようやく重い腰を上げて下りてくるのだ。
§3Κλωθώ
μηκέτι χαλέπαινε, ὦ Χάρων·
Clotho もう怒らないで、カロン。
πλησίον γὰρ αὐτὸς οὗτος, ὡς ὁρᾷς, πολλούς τινας ἡμῖν ἄγων, μᾶλλον δὲ ὥσπερ τι αἰπόλιον ἀθρόους αὐτοὺς τῇ ῥάβδῳ σοβῶν.
ほら、彼が自分で近づいてくるわ。 ご覧の通り、たくさんの人々を連れて。 いや、むしろ羊の群れのように、彼らを一塊にして杖で追い立てながら。
ἀλλὰ τί τοῦτο;
それにしても、あれは何かしら?
δεδεμένον τινὰ ἐν αὐτοῖς καὶ ἄλλον γελῶντα ὁρῶ, ἕνα δέ τινα καὶ πήραν ἐξημμένον καὶ ξύλον ἐν τῇ χειρὶ ἔχοντα, δριμὺ ἐνορῶντα καὶ τοὺς ἄλλους ἐπισπεύδοντα.
彼らの中に縛られている者が一人いて、もう一人は笑っている。 そして別の一人は袋を肩にかけ、手に杖を持ち、鋭い目つきで睨みつけながら、他の者たちを急き立てている。
οὐχ ὁρᾷς δὲ καὶ τὸν Ἑρμῆν αὐτὸν ἱδρῶτι ῥεόμενον καὶ τὼ πόδε κεκονιμένον καὶ πνευστιῶντα;
ヘルメス自身も汗を流し、両足は埃まみれで、息を切らしているのが見えない?
μεστὸν γοῦν ἄσθματος αὐτῷ τὸ στόμα.
彼の口はあえぎでいっぱいだわ。
τί ταῦτα, ὦ Ἑρμῆ;
どうしたの、ヘルメス?
τίς ἡ σπουδή;
何をそんなに急いでいるの?
τεταραγμένῳ γὰρ ἡμῖν ἔοικας.
とても取り乱しているようだけど。
Ἑρμῆς
τί δʼ ἄλλο, ὦ Κλωθοῖ, ἢ τουτονὶ τὸν ἀλιτήριον ἀποδράντα μεταδιώκων ὀλίγου δεῖν λιπόνεως ὑμῖν τήμερον ἐγενόμην;
Hermes クロトよ、他にあるかい。 この悪党が逃げ出したのを追いかけていて、今日あやうく君たちの船を台無しにするところだったんだ。
Κλωθώ
τίς δʼ ἐστίν;
Clotho 誰なの?
ἢ τί βουλόμενος ἀπεδίδρασκε;
どういうつもりで逃げ出したの?
Ἑρμῆς
τουτὶ μὲν πρόδηλον, ὅτι ζῆν μᾶλλον ἐβούλετο.
Hermes それは明らかさ、生きていたかったからさ。
ἔστι δὲ βασιλεύς τις ἢ τύραννος, ἀπὸ γοῦν τῶν ὀδυρμῶν καὶ ὧν ἀνακωκύει, πολλῆς τινος εὐδαιμονίας ἐστερῆσθαι λέγων.
王か僭主のようだ。 というのも、自分が多大な幸福を奪われたと言って、激しく嘆き悲しんでいるからね。
Κλωθώ
εἶθʼ ὁ μάταιος ἀπεδίδρασκεν, ὡς ἐπιβιῶναι δυνάμενος, ἐπιλελοιπότος ἤδη τοῦ ἐπικεκλωσμένου αὐτῷ νήματος;
Clotho それで、あの愚か者は、自分に紡がれた糸がすでに尽きているというのに、生き延びられると思って逃げ出したというの?