§20.105.1εὐθὺ δὲ καὶ πρεσβειῶν πρὸς αὐτὸν παραγενομένων παρά τε Δημητρίου τοῦ πολιορκητοῦ καὶ Κασάνδρου περὶ συμμαχίας τούτων μὲν οὐδετέρῳ προσέθετο, τοὺς δὲ Ταραντίνους καὶ τῶν ἄλλων τινὰς πυθόμενος ἀφεστηκέναι τῆς μὲν Κορκύρας τὴν ἱκανὴν φυλακὴν ἀπέλιπεν, μετὰ δὲ τῆς ἄλλης δυνάμεως ἔπλει κατὰ σπουδὴν ἐπὶ τὴν Ἰταλίαν, ὡς κολάσων τοὺς ἀπειθοῦντας.
そしてすぐに、攻城者デメトリオスとカサンドロスの双方から、同盟に関する使節が彼のところにやって来たが、彼はこれら二者のどちらにも加担しなかった。 一方で、タラス人たちや他の幾人かの者たちが離反したと知ると、コルキュラには十分な守備隊を残し、残りの軍勢を率いて、従わない者たちを処罰するために急いでイタリアへと船を向けた。
προσσχὼν δὲ τῇ χώρᾳ καθʼ ὃν τόπον ἐφύλασσον οἱ βάρβαροι, τὴν μὲν πόλιν ἑλὼν ἐξηνδραποδίσατο, τὴν δὲ χώραν ἐλεηλάτησεν.
そして蛮族たちが警備していた場所の土地に上陸すると、その都市を攻略して住民を奴隷にし、その地域を略奪した。
§20.105.2ὁμοίως δὲ τὸ καλούμενον Τριόπιον ἐκπολιορκήσας εἰς τρισχιλίους ἔλαβεν αἰχμαλώτους.
同様にして、トリオピオンと呼ばれる場所を包囲攻略し、三千人にのぼる捕虜を得た。
καθʼ ὃν δὴ χρόνον οἱ μὲν ἀπὸ τῆς χώρας βάρβαροι συνδραμόντες ἐπέθεντο νυκτὸς τῇ στρατοπεδείᾳ καὶ μάχης γενομένης ἀνεῖλον τῶν μετὰ Κλεωνύμου πλείους τῶν διακοσίων, ἐζώγρησαν δὲ περὶ χιλίους.
まさにその時、その地の蛮族たちが一斉に駆け集まり、夜間に陣営を襲撃した。 そして戦闘が起こり、クレオニュモス側の者のうち二百人以上を殺害し、約千人を生け捕りにした。
§20.105.3ἅμα δὲ τῷ κινδύνῳ τούτῳ χειμὼν ἐπιγενόμενος εἴκοσι τῶν νεῶν διέφθειρε πλησίον ὁρμουσῶν τῆς παρεμβολῆς.
さらに、この危難と同時に嵐が襲い、陣営の近くに停泊していた船のうち二十隻を破壊した。
ὁ δὲ Κλεώνυμος δυσὶν ἐλαττώμασι τηλικούτοις περιπεσὼν ἀπέπλευσε μετὰ τῆς δυνάμεως εἰς τὴν Κόρκυραν.
クレオニュモスはこれほど大きな二つの打撃に遭遇したため、軍勢を率いてコルキュラへと船で退却した。