§8.98.1ταῦτά τε ἅμα Ξέρξης ἐποίεε καὶ ἔπεμπε ἐς Πέρσας ἀγγελέοντα τὴν παρεοῦσάν σφι συμφορήν.
クセリュクセスはこれらのことを行うと同時に、ペルシアへ向けて、彼らに降りかかった災難を報告するための伝令を送り出した。
τούτων δὲ τῶν ἀγγέλων ἐστὶ οὐδὲν ὅ τι θᾶσσον παραγίνεται θνητὸν ἐόν·
死すべきもののなかで、これらの伝令よりも速く目的地に到着するものは他に存在しない。
οὕτω τοῖσι Πέρσῃσι ἐξεύρηται τοῦτο.
それほど見事に、ペルシア人によってこの制度は編み出されているのである。
λέγουσι γὰρ ὡς ὁσέων ἂν ἡμερέων ᾖ ἡ πᾶσα ὁδός, τοσοῦτοι ἵπποι τε καὶ ἄνδρες διεστᾶσι κατὰ ἡμερησίην ὁδὸν ἑκάστην ἵππος τε καὶ ἀνὴρ τεταγμένος·
というのも、全体の旅程が何日分であろうとも、それと同数の馬と男が、1日分の道のりごとに配置されており、1日ごとに馬1頭と男1人が割り当てられている、と言われているからである。
τοὺς οὔτε νιφετός, οὐκ ὄμβρος, οὐ καῦμα, οὐ νὺξ ἔργει μὴ οὐ κατανύσαι τὸν προκείμενον αὐτῷ δρόμον τὴν ταχίστην.
彼らを、雪も雨も、暑さも夜も、各自に課された行程をできるだけ速く走破することから妨げることはない。
§8.98.2ὁ μὲν δὴ πρῶτος δραμὼν παραδιδοῖ τὰ ἐντεταλμένα τῷ δευτέρῳ, ὁ δὲ δεύτερος τῷ τρίτῳ·
すなわち、最初の走者は走り終えると、委ねられた命令を第二の者に引き渡し、第二の者は第三の者へと引き渡す。
τὸ δὲ ἐνθεῦτεν ἤδη κατʼ ἄλλον καὶ ἄλλον διεξέρχεται παραδιδόμενα, κατά περ ἐν Ἕλλησι ἡ λαμπαδηφορίη τὴν τῷ Ἡφαίστῳ ἐπιτελέουσι.
それから先は、ギリシア人がヘファイストスのために行う松明走者のリレーのように、次から次へと受け渡されながら伝わっていく。
τοῦτο τὸ δράμημα τῶν ἵππων καλέουσι Πέρσαι ἀγγαρήιον.
馬によるこの伝達システムを、ペルシア人は「アッガレイオン」と呼んでいる。