§7.4.1ἀποδέξας δὲ βασιλέα Πέρσῃσι Ξέρξεα Δαρεῖος ὁρμᾶτο στρατεύεσθαι.
ダレイオスはペルシア人たちの王にクセルクセスを指名すると、遠征の準備に乗り出した。
ἀλλὰ γὰρ μετὰ ταῦτά τε καὶ Αἰγύπτου ἀπόστασιν τῷ ὑστέρῳ ἔτεϊ παρασκευαζόμενον συνήνεικε αὐτὸν Δαρεῖον, βασιλεύσαντα τὰ πάντα ἕξ τε καὶ τριήκοντα ἔτεα, ἀποθανεῖν, οὐδέ οἱ ἐξεγένετο οὔτε τοὺς ἀπεστεῶτας Αἰγυπτίους οὔτε Ἀθηναίους τιμωρήσασθαι.
しかしながら、これらの出来事とエジプトの反乱ののち、翌年に彼が準備を進めている最中に、ダレイオス自身が合計三十六年間在位したのちに急逝するという事態が起こり、反乱を起こしたエジプト人たちをもアテナイ人たちをも処罰することは、彼にはかなわなかった。