§7.200.1ἔστι δὲ ἄλλος Φοῖνιξ ποταμὸς οὐ μέγας πρὸς μεσαμβρίην τοῦ Ἀσωποῦ, ὃς ἐκ τῶν ὀρέων τούτων ῥέων ἐς τὸν Ἀσωπὸν ἐκδιδοῖ.
また、アソポス川の南に、大きくはない別の川、ポイニクス川があり、これはこれらの山々から流れてアソポス川に注いでいる。
κατὰ δὲ τὸν Φοίνικα ποταμὸν στεινότατον ἐστί· ἁμαξιτὸς γὰρ μούνη δέδμηται.
そしてポイニクス川のあたりが最も狭くなっており、車が一台通れるだけの道しか作られていない。
ἀπὸ δὲ τοῦ Φοίνικος ποταμοῦ πεντεκαίδεκα στάδια ἐστὶ ἐς Θερμοπύλας.
ポイニクス川からテルモピュライまでは十五スタディオンある。
§7.200.2ἐν δὲ τῷ μεταξὺ Φοίνικος ποταμοῦ καὶ Θερμοπυλέων κώμη τε ἐστὶ τῇ οὔνομα Ἀνθήλη κεῖται, παρʼ ἣν δὴ παραρρέων ὁ Ἀσωπὸς ἐς θάλασσαν ἐκδιδοῖ, καὶ χῶρος περὶ αὐτὴν εὐρύς, ἐν τῷ Δήμητρός τε ἱρὸν Ἀμφικτυονίδος ἵδρυται καὶ ἕδραι εἰσὶ Ἀμφικτύοσι καὶ αὐτοῦ τοῦ Ἀμφικτύονος ἱρόν.
ポイニクス川とテルモピュライの間には、アンテレという名をもつ村があり、その傍らをまさにアソポス川が流れて海へと注いでいる。 また、その周囲には広い土地があり、そこにはアンピクテュオニスのデメテルの神殿が建てられており、アンピクテュオンの議員たちの席があり、またアンピクテュオン自身の神殿もある。