§6.95.1ὡς δὲ οἱ στρατηγοὶ οὗτοι οἱ ἀποδεχθέντες πορευόμενοι παρὰ βασιλέος ἀπίκοντο τῆς Κιλικίης ἐς τὸ Ἀλήιον πεδίον, ἅμα ἀγόμενοι πεζὸν στρατὸν πολλόν τε καὶ εὖ ἐσκευασμένον, ἐνθαῦτα στρατοπεδευομένοισι ἐπῆλθε μὲν ὁ ναυτικὸς πᾶς στρατὸς ὁ ἐπιταχθεὶς ἑκάστοισι, παρεγένοντο δὲ καὶ αἱ ἱππαγωγοὶ νέες, τὰς τῷ προτέρῳ ἔτεϊ προεῖπε τοῖσι ἑωυτοῦ δασμοφόροισι Δαρεῖος ἑτοιμάζειν. §6.95.2ἐσβαλόμενοι δὲ τοὺς ἵππους ἐς ταύτας καὶ τὸν πεζὸν στρατὸν ἐσβιβάσαντες ἐς τὰς νέας, ἔπλεον ἑξακοσίῃσι τριήρεσι ἐς τὴν Ἰωνίην. ἐνθεῦτεν δὲ οὐ παρὰ τὴν ἤπειρον εἶχον τὰς νέας ἰθὺ τοῦ τε Ἑλλησπόντου καὶ τῆς Θρηίκης, ἀλλʼ ἐκ Σάμου ὁρμώμενοι παρά τε Ἰκάριον καὶ διὰ νήσων τὸν πλόον ἐποιεῦντο, ὡς μὲν ἐμοὶ δοκέειν, δείσαντες μάλιστα τὸν περίπλοον τοῦ Ἄθω, ὅτι τῷ προτέρῳ ἔτεϊ ποιεύμενοι ταύτῃ τὴν κομιδὴν μεγάλως προσέπταισαν· πρὸς δὲ καὶ ἡ Νάξος σφέας ἠνάγκαζε πρότερον οὐκ ἁλοῦσα.
任命されたこれらの将軍たちが、王のもとから進軍してキリキアのアレイオン平原に到着したとき、彼らは大勢のよく装備された歩兵部隊を率いていたが、彼らがそこに陣を敷いているところへ、各国に課せられていた全海軍部隊が合流し、また、前年にダレイオスが自らの貢納民たちに準備するよう命じていた馬匹輸送船も到着した。彼らはこれらの船に馬を載せ、歩兵部隊を船に乗船させると、六百隻の三段櫂船でイオニアに向けて出航した。そこから彼らは、本土沿いにヘレスポントスやトラキアへとまっすぐ船を進めることはせず、サモスから出発して、イカリア海沿いに、また島々の間を通って航海を続けた。これは、私の思うところでは、前年にそのルートで帰還の途についた際に大損害を被ったため、何よりもアトス岬の迂回航行を恐れたからであり、さらに、以前には攻略できなかったナクソスが、彼らにその航路を強いたからでもあった。