§4.189.1τὴν δὲ ἄρα ἐσθῆτα καὶ τὰς αἰγίδας τῶν ἀγαλμάτων τῆς Ἀθηναίης ἐκ τῶν Λιβυσσέων ἐποιήσαντο οἱ Ἕλληνες·
ところで、ギリシア人がアテナの像の衣服やアイギスを作ったのは、リビアの女性たちの衣服を模したものである。
πλὴν γὰρ ἢ ὅτι σκυτίνη ἡ ἐσθὴς τῶν Λιβυσσέων ἐστὶ καὶ οἱ θύσανοι οἱ ἐκ τῶν αἰγίδων αὐτῇσι οὐκ ὄφιες εἰσὶ ἀλλὰ ἱμάντινοι, τά γε ἄλλα πάντα κατὰ τὠυτὸ ἔσταλται.
というのも、リビアの女性たちの衣服が革製であり、彼女たちのアイギスにある房が蛇ではなく革紐である点を除けば、他のすべての点で同じように装われているからである。
§4.189.2καὶ δὴ καὶ τὸ οὔνομα κατηγορέει ὅτι ἐκ Λιβύης ἥκει ἡ στολὴ τῶν Παλλαδίων·
そしてまた、その名前自体も、パラス像の装束がリビアに由来することを示している。
αἰγέας γὰρ περιβάλλονται ψιλὰς περὶ τὴν ἐσθῆτα θυσανωτὰς αἱ Λίβυσσαι κεχριμένας ἐρευθεδάνῳ, ἐκ δὲ τῶν αἰγέων τουτέων αἰγίδας οἱ Ἕλληνες μετωνόμασαν.
すなわち、リビアの女性たちは、衣服の上に、毛をむしって茜で赤く染め、房をつけた山羊皮をまとっているが、この山羊皮にちなんで、ギリシア人はこれらをアイギスと名付けたのである。
§4.189.3δοκέει δʼ ἔμοιγε καὶ ὀλολυγὴ ἐν ἱροῖσι ἐνθαῦτα πρῶτον γενέσθαι·
さらに、祭儀における歓声も、そもそもこの地で始まったと私には思われる。
κάρτα γὰρ ταύτῃ χρέωνται καλῶς αἱ Λίβυσσαι.
というのも、リビアの女性たちはこれを極めて見事に発するからである。
καὶ τέσσερας ἵππους συζευγνύναι παρὰ Λιβύων οἱ Ἕλληνες μεμαθήκασι.
また、4頭の馬を繋ぐことも、ギリシア人はリビア人から学んだのである。