§4.180.1τούτων δὲ ἔχονται τῶν Μαχλύων Αὐσέες·
これらのマクリュエス人に隣接してアウセス人が住んでいる。
οὗτοι δὲ καὶ οἱ Μάχλυες πέριξ τὴν Τριτωνίδα λίμνην οἰκέουσι, τὸ μέσον δέ σφι οὐρίζει ὁ Τρίτων.
彼らとマクリュエス人はトリトニス湖の周囲に暮らしており、トリトン川が彼らの境界を定めている。
καὶ οἱ μὲν Μάχλυες τὰ ὀπίσω κομῶσι τῆς κεφαλῆς, οἱ δὲ Αὐσέες τὰ ἔμπροσθε.
マクリュエス人は頭の後ろ側の髪を伸ばし、アウセス人は前側の髪を伸ばしている。
§4.180.2ὁρτῇ δὲ ἐνιαυσίῃ Ἀθηναίης αἱ παρθένοι αὐτῶν δίχα διαστᾶσαι μάχονται πρὸς ἀλλήλας λίθοισί τε καὶ ξύλοισι, τῷ αὐθιγενέι θεῷ λέγουσαι τὰ πάτρια ἀποτελέειν, τὴν Ἀθηναίην καλέομεν.
アテナの毎年の祭りで、彼女たちの乙女たちは二手に分かれ、石や棒を使って互いに戦う。 彼女たちは、我々がアテナと呼ぶ土着の女神に対して祖先伝来の儀式を執り行っているのだと主張する。
τὰς δὲ ἀποθνησκούσας τῶν παρθένων ἐκ τῶν τρωμάτων ψευδοπαρθένους καλέουσι.
この傷が原因で死んだ乙女たちのことを、彼らは「偽りの乙女」と呼ぶ。
§4.180.3πρὶν δὲ ἀνεῖναι αὐτὰς μάχεσθαι, τάδε ποιεῦσι κοινῇ.
彼女たちを戦いへと送り出す前に、共同で次のようなことを行う。
παρθένον τὴν καλλιστεύουσαν ἑκάστοτε κοσμήσαντες κυνέῃ τε Κορινθίῃ καὶ πανοπλίῃ Ἑλληνικῇ καὶ ἐπʼ ἅρμα ἀναβιβάσαντες περιάγουσι τὴν λίμνην κύκλῳ.
毎回、最も美しい乙女をコリントス式の兜とギリシアの武具一式で飾り立て、戦車に乗せて湖の周囲をぐるりと引き回すのである。
§4.180.4ὁτέοισι δὲ τὸ πάλαι ἐκόσμεον τὰς παρθένους πρὶν ἤ σφι Ἕλληνας παροικισθῆναι, οὐκ ἔχω εἰπεῖν, δοκέω δʼ ὦν Αἰγυπτίοισι ὅπλοισι κοσμέεσθαι αὐτάς·
ギリシア人が彼らの隣に入植する以前、昔はどのようなもので乙女たちを飾っていたのか、私には言うことができない。 しかし私は、彼女たちがエジプトの武具で飾られていたのではないかと思う。
ἀπὸ γὰρ Αἰγύπτου καὶ τὴν ἀσπίδα καὶ τὸ κράνος φημὶ ἀπῖχθαι ἐς τοὺς Ἕλληνας.
なぜなら、盾も兜もエジプトからギリシア人のもとに伝わったと私は主張するからである。
§4.180.5τὴν δὲ Ἀθηναίην φασὶ Ποσειδέωνος εἶναι θυγατέρα καὶ τῆς Τριτωνίδος λίμνης, καί μιν μεμφθεῖσάν τι τῷ πατρὶ δοῦναι ἑωυτὴν τῷ Διί, τὸν δὲ Δία ἑωυτοῦ μιν ποιήσασθαι θυγατέρα.
また、アテナはポセイドンとトリトニス湖の娘であり、父親に何か不満を抱いて自分をゼウスに捧げ、ゼウスが彼女を自分の娘としたのだと彼らは言う。
ταῦτα μὲν λέγουσι, μῖξιν δὲ ἐπίκοινον τῶν γυναικῶν ποιέονται, οὔτε συνοικέοντες κτηνηδόν τε μισγόμενοι.
彼らはこのような話を語る一方で、女性たちを共有しており、同居生活を送ることもなく、獣のように交わっている。
§4.180.6ἐπεὰν δὲ γυναικὶ τὸ παιδίον ἁδρὸν γένηται, συμφοιτῶσι ἐς τὠυτὸ οἱ ἄνδρες τρίτου μηνός, καὶ τῷ ἂν οἴκῃ τῶν ἀνδρῶν τὸ παιδίον, τούτου παῖς νομίζεται.
女性の産んだ子供が十分に成長すると、男たちは三ヶ月目に同じ場所に集まり、その子供が男たちのうち誰に似ているかに応じて、その者の子供とみなされる。