§3.39.1Καμβύσεω δὲ ἐπʼ Αἴγυπτον στρατευομένου ἐποιήσαντο καὶ Λακεδαιμόνιοι στρατηίην ἐπὶ Σάμον τε καὶ Πολυκράτεα τὸν Αἰάκεος·
カンビュセスがエジプトへ遠征している間に、ラケダイモン人たちもまた、サモスおよびアイアケスの子ポリュクラテスに対して遠征を行った。
ὃς ἔσχε Σάμον ἐπαναστάς,
このポリュクラテスは、反乱を起こしてサモスを掌握した人物である。
§3.39.2καὶ τὰ μὲν πρῶτα τριχῇ δασάμενος τὴν πόλιν τοῖσι ἀδελφεοῖσι Πανταγνώτῳ καὶ Συλοσῶντι ἔνειμε, μετὰ δὲ τὸν μὲν αὐτῶν ἀποκτείνας τὸν δὲ νεώτερον Συλοσῶντα ἐξελάσας ἔσχε πᾶσαν Σάμον, σχὼν δὲ ξεινίην Ἀμάσι τῷ Αἰγύπτου βασιλέι συνεθήκατο, πέμπων τε δῶρα καὶ δεκόμενος ἄλλα παρʼ ἐκείνου.
彼は最初は、国を3つに分割して兄弟のパンタグノトスとシュロソンに分け与えたが、後に彼らのうち一人を殺し、若い方のシュロソンを追放して、サモス全土を支配下に置いた。 そして支配権を握ると、エジプトの王アマシスと友好関係を結び、贈り物を送ったり、彼から他の贈り物を受け取ったりした。
§3.39.3ἐν χρόνῳ δὲ ὀλίγῳ αὐτίκα τοῦ Πολυκράτεος τὰ πρήγματα ηὔξετο καὶ ἦν βεβωμένα ἀνά τε τὴν Ἰωνίην καὶ τὴν ἄλλην Ἑλλάδα·
短期間のうちに、ポリュクラテスの勢力は一挙に増大し、イオニアおよびその他のギリシア中にその名が鳴り響いた。
ὅκου γὰρ ἰθύσειε στρατεύεσθαι, πάντα οἱ ἐχώρεε εὐτυχέως.
彼が遠征しようと狙いを定めたところはどこでも、すべてが彼にとって幸運に運んだからである。
ἔκτητο δὲ πεντηκοντέρους τε ἑκατὸν καὶ χιλίους τοξότας, ἔφερε δὲ καὶ ἦγε πάντας διακρίνων οὐδένα·
彼は100隻の50双橈船と1000人の弓兵を所有し、誰も区別することなく、すべての人から略奪を働いた。
§3.39.4τῷ γὰρ φίλῳ ἔφη χαριεῖσθαι μᾶλλον ἀποδιδοὺς τὰ ἔλαβε ἢ ἀρχὴν μηδὲ λαβών.
なぜなら彼は、友に対しては、奪ったものを返す方が、そもそも最初から何も奪わないでおくよりも、より恩を売ることになる(喜ばせることになる)と言っていたからである。
συχνὰς μὲν δὴ τῶν νήσων ἀραιρήκεε, πολλὰ δὲ καὶ τῆς ἠπείρου ἄστεα·
彼は実に多くの島々を、また大陸の多くの都市をも攻略していた。
ἐν δὲ δὴ καὶ Λεσβίους πανστρατιῇ βοηθέοντας Μιλησίοισι ναυμαχίῃ κρατήσας εἷλε, οἳ τὴν τάφρον περὶ τὸ τεῖχος τὸ ἐν Σάμῳ πᾶσαν δεδεμένοι ὤρυξαν.
とりわけ、ミレトス人を助けるために全軍を挙げて救援に来たレスボス人たちを海戦で破って捕らえたが、彼らは捕虜として鎖に繋がれた状態で、サモスにある城壁の周りの堀をすべて掘り起こした。