§3.11.1οἱ δὲ Πέρσαι ἐπείτε διεξελάσαντες τὴν ἄνυδρον ἵζοντο πέλας τῶν Αἰγυπτίων ὡς συμβαλέοντες, ἐνθαῦτα οἱ ἐπίκουροι οἱ τοῦ Αἰγυπτίου, ἐόντες ἄνδρες Ἕλληνές τε καὶ Κᾶρες, μεμφόμενοι τῷ Φάνῃ ὅτι στρατὸν ἤγαγε ἐπʼ Αἴγυπτον ἀλλόθροον, μηχανῶνται πρῆγμα ἐς αὐτὸν τοιόνδε.
ペルシア人たちは、水のない地を通り抜けて、戦うためにエジプト人の近くに陣を敷いたが、そのときエジプト人の傭兵であったギリシア人とカリア人の男たちは、ファネスが異国の言葉を話す軍隊をエジプトに導き入れたことを非難して、彼に対して次のような策略をめぐらせた。
§3.11.2ἦσαν τῷ Φάνῃ παῖδες ἐν Αἰγύπτῳ καταλελειμμένοι·
ファネスにはエジプトに残された子供たちがいた。
τοὺς ἀγαγόντες ἐς τὸ στρατόπεδον καὶ ἐς ὄψιν τοῦ πατρὸς κρητῆρα ἐν μέσῳ ἔστησαν ἀμφοτέρων τῶν στρατοπέδων, μετὰ δὲ ἀγινέοντες κατὰ ἕνα ἕκαστον τῶν παίδων ἔσφαζον ἐς τὸν κρητῆρα·
彼らはその子たちを陣営に連れてきて、父親の目の前で、両陣営の中間に混酒器を置いた。 それから、子供たちを一人ずつ連れてきては、その混酒器の上で屠殺していった。
§3.11.3διὰ πάντων δὲ διεξελθόντες τῶν παίδων οἶνόν τε καὶ ὕδωρ ἐσεφόρεον ἐς αὐτόν, ἐμπιόντες δὲ τοῦ αἵματος πάντες οἱ ἐπίκουροι οὕτω δὴ συνέβαλον.
すべての子供たちをそのようにし終えると、彼らはその中にワインと水を注ぎ入れ、傭兵たち全員がその血を飲み干した上で、ついに戦闘に突入した。
μάχης δὲ γενομένης καρτερῆς καὶ πεσόντων ἐξ ἀμφοτέρων τῶν στρατοπέδων πλήθεϊ πολλῶν ἐτράποντο οἱ Αἰγύπτιοι.
激しい戦いが繰り広げられ、両陣営から非常に多くの者が討ち死にした末、エジプト人たちは敗走した。