§2.41.1τοὺς μέν νυν καθαροὺς βοῦς τοὺς ἔρσενας καὶ τοὺς μόσχους οἱ πάντες Αἰγύπτιοι θύουσι, τὰς δὲ θηλέας οὔ σφι ἔξεστι θύειν, ἀλλὰ ἱραί εἰσι τῆς Ἴσιος·
さて、清浄な雄の牛や子牛は、エジプト人全員が犠牲として捧げるが、雌の牛を犠牲にすることは彼らには許されておらず、それらはイシスの聖獣となっている。
§2.41.2τὸ γὰρ τῆς Ἴσιος ἄγαλμα ἐὸν γυναικήιον βούκερων ἐστὶ κατά περ Ἕλληνες τὴν Ἰοῦν γράφουσι, καὶ τὰς βοῦς τὰς θηλέας Αἰγύπτιοι πάντες ὁμοίως σέβονται προβάτων πάντων μάλιστα μακρῷ.
というのも、イシスの像は、ギリシア人がイオを描くのとちょうど同じように、女性の姿で牛の角を持っているからであり、エジプト人は皆、雌の牛をすべての家畜の中で圧倒的に最も深く敬っている。
§2.41.3τῶν εἵνεκα οὔτε ἀνὴρ Αἰγύπτιος οὔτε γυνὴ ἄνδρα Ἕλληνα φιλήσειε ἂν τῷ στόματι, οὐδὲ μαχαίρῃ ἀνδρὸς Ἕλληνος χρήσεται οὐδὲ ὀβελοῖσι οὐδὲ λέβητι, οὐδὲ κρέως καθαροῦ βοὸς διατετμημένου Ἑλληνικῇ μαχαίρῃ γεύσεται.
このために、エジプト人の男も女も、ギリシア人の男に口づけしようとはしないし、ギリシア人の男のナイフを使うことも、肉刺しや大釜を使うこともない。 また、ギリシア人のナイフで切り分けられた清浄な牛の肉を味わうこともない。
§2.41.4θάπτουσι δὲ τοὺς ἀποθνήσκοντας βοῦς τρόπον τόνδε·
死んだ牛を彼らは次のような方法で葬る。
τὰς μὲν θηλέας ἐς τὸν ποταμὸν ἀπιεῖσι, τοὺς δὲ ἔρσενας κατορύσσουσι ἕκαστοι ἐν τοῖσι προαστείοισι, τὸ κέρας τὸ ἕτερον ἢ καὶ ἀμφότερα ὑπερέχοντα σημηίου εἵνεκεν·
すなわち、雌は川に投げ入れ、雄はそれぞれ郊外に埋めるが、その際、目印のために片方の角、あるいは両方の角を地上に突き出させておく。
ἐπεὰν δὲ σαπῇ καὶ προσίῃ ὁ τεταγμένος χρόνος, ἀπικνέεται ἐς ἑκάστην πόλιν βᾶρις ἐκ τῆς Προσωπίτιδος καλευμένης νήσου.
そして、肉が腐り、定められた時期が来ると、プロソピティスと呼ばれる島から、各都市に平底船が到着する。
§2.41.5ἣ δʼ ἔστι μὲν ἐν τῷ Δέλτα, περίμετρον δὲ αὐτῆς εἰσὶ σχοῖνοι ἐννέα.
その島はデルタ地帯にあり、その周囲は九スコイノスである。
ἐν ταύτῃ ὦν τῇ Προσωπίτιδι νήσῳ ἔνεισι μὲν καὶ ἄλλαι πόλιες συχναί, ἐκ τῆς δὲ αἱ βάριες παραγίνονται ἀναιρησόμεναι τὰ ὀστέα τῶν βοῶν, οὔνομα τῇ πόλι Ἀτάρβηχις, ἐν δʼ αὐτῇ Ἀφροδίτης ἱρὸν ἅγιον ἵδρυται.
さて、このプロソピティス島には他の多くの都市も存在しているが、そこから平底船が牛の骨を回収するためにやって来るその都市の名はアタルベキスといい、そこにはアプロディテの神聖な神殿が建てられている。
§2.41.6ἐκ ταύτης τῆς πόλιος πλανῶνται πολλοὶ ἄλλοι ἐς ἄλλας πόλις, ἀνορύξαντες δὲ τὰ ὀστέα ἀπάγουσι καὶ θάπτουσι ἐς ἕνα χῶρον πάντες.
この都市から多くの人々が他の様々な都市へと巡り歩き、骨を掘り起こしては持ち帰り、全員がそれを一箇所に埋葬する。
κατὰ ταὐτὰ δὲ τοῖσι βουσὶ καὶ τἆλλα κτήνεα θάπτουσι ἀποθνήσκοντα· καὶ γὰρ περὶ ταῦτα οὕτω σφι νενομοθέτηται·
また牛と同様に、彼らは他の家畜が死んだときにも葬る。
κτείνουσι γὰρ δὴ οὐδὲ ταῦτα.
というのも、それらについても彼らの間でこのように規定されているからであり、彼らはそれらを殺すこともしないからである。