§1.22.1ταῦτα δὲ ἐποίεέ τε καὶ προηγόρευε Θρασύβουλος τῶνδε εἵνεκεν, ὅκως ἂν δὴ ὁ κῆρυξ ὁ Σαρδιηνὸς ἰδών τε σωρὸν μέγαν σίτου κεχυμένον καὶ τοὺς ἀνθρώπους ἐν εὐπαθείῃσι ἐόντας ἀγγείλῃ Ἀλυάττῃ·
トラシュブロスがこれらのことを行い、またあらかじめ布告したのは、次の理由からであった。 すなわち、サルディスから来た使節が、うずたかく積まれた大量の穀物と、人々が歓楽にふけっている様子を目にして、アリュアッテスに報告するようにするためであった。
§1.22.2τὰ δὴ καὶ ἐγένετο.
そして、まさにその通りのことが起こった。
ὡς γὰρ δὴ ἰδών τε ἐκεῖνα ὁ κῆρυξ καὶ εἶπας πρὸς Θρασύβουλον τοῦ Λυδοῦ τὰς ἐντολὰς ἀπῆλθε ἐς τὰς Σάρδις, ὡς ἐγὼ πυνθάνομαι, διʼ οὐδὲν ἄλλο ἐγένετο ἡ διαλλαγή.
というのも、その使節がそれらの光景を目にし、リディア王の命令をトラシュブロスに伝えてサルディスに帰還したとき、私が聞き及ぶところでは、他ならぬこの理由によって和平が結ばれたからである。
§1.22.3ἐλπίζων γὰρ ὁ Ἀλυάττης σιτοδείην τε εἶναι ἰσχυρὴν ἐν τῇ Μιλήτῳ καὶ τὸν λεὼν τετρῦσθαι ἐς τὸ ἔσχατον κακοῦ, ἤκουε τοῦ κήρυκος νοστήσαντος ἐκ τῆς Μιλήτου τοὺς ἐναντίους λόγους ἢ ὡς αὐτὸς κατεδόκεε.
アリュアッテスは、ミレトスでは深刻な食糧不足が生じており、民衆は窮状の極みに達しているものと予想していたのだが、ミレトスから帰還した使節から、自分が予期していたのとは全く正反対の報告を聞いたからである。
§1.22.4μετὰ δὲ ἥ τε διαλλαγή σφι ἐγένετο ἐπʼ ᾧ τε ξείνους ἀλλήλοισι εἶναι καὶ συμμάχους, καὶ δύο τε ἀντὶ ἑνὸς νηοὺς τῇ Ἀθηναίῃ οἰκοδόμησε ὁ Ἀλυάττης ἐν τῇ Ἀσσησῷ, αὐτός τε ἐκ τῆς νούσου ἀνέστη.
その後、両者の間に、互いに賓客であり同盟関係を結ぶという条件で和平が成立し、アリュアッテスはアッセソスの地に、一堂の代わりに二堂の神殿をアテナに建立し、彼自身も病から回復した。
κατὰ μέν τὸν πρὸς Μιλησίους τε καὶ Θρασύβουλον πόλεμον Ἀλυάττῃ ὧδε ἔσχε.
ミレトス人およびトラシュブロスに対するアリュアッテスの戦争は、このようにして決着がついたのである。